Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[70]
εἰσὶ τοίνυν ὧν Ἀριστογείτων ὀφείλει τῇ πόλει συνθῆκαι μὲν οἱ νόμοι, καθ᾽ οὓς ἐγγράφονται πάντες οἱ ὀφλισκάνοντες, ὅρος δ᾽ ἡ σανὶς ἡ παρὰ τῇ θεῷ κειμένη. εἰ μὲν οὖν ἀνῄρηται ταῦτα καὶ ἐξαλήλιπται τὸ ὄφλημα, ἡμεῖς ληροῦμεν, μᾶλλον δὲ ψευδόμεθα: εἰ δ᾽ ἔτ᾽ ἔστι καὶ ἔσται τέωσπερ ἂν ἐκτείσῃ κείμενα, οὗτος οὐδὲν ἀληθὲς λέγει, ἀλλ᾽ ἀδικεῖ καὶ δεινὰ ποιεῖ τὰ κοινὰ δίκαι᾽ ἀφανίζειν ἐπιχειρῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.