Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[81]
τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι; ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλ᾽ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. ἀλλὰ τούτων γ᾽ οὔθ᾽ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. διὰ τί; ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρ᾽ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.