Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[68]
ἀλλ᾽ ὅτι παρανόμων αὐτοῦ κατέγνωτε; ἀλλ᾽ ὅτι πέντε ταλάντων πρὸς ἐτιμήσατε; ἀλλ᾽ ὅτι δακτυλοδεικτεῖτ᾽ ἐπὶ τῷ πονηρότατον τῶν ὄντων ἁπάντων δεικνύναι; ἀλλ᾽ ὅτι τῶν ὑπαρχόντων νόμων καὶ πολιτείας μενόντων οὐκ ἔνι τῶν αἰσχρῶν αὐτῷ τούτων ἀπαλλαγῆναι; ἀλλὰ διὰ τί ὑμῖν οὗτος εὔνους ἐστίν; ὅτι, φησίν, ἀναιδής ἐστιν. ὁ δ᾽ ἀναιδὴς ἐκ τίνος ὠνομάσθη τῶν ἄλλων ἀλλ᾽ ἢ ὅταν τὰ μήτ᾽ ὄντα μήτ᾽ ἂν γενόμενα, ταῦτα τολμᾷ λέγειν δι᾽ ἀναισχυντίαν, ὅπερ οὗτος ποιεῖ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.