Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[82]
τίν᾽ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ; πότερ᾽ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται; τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται: ταῦτα γεωργεῖ, ταῦτ᾽ ἐργάζεται. ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτ᾽ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτ᾽ ἀποθανόντα δέξαιτο; οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.