Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[34]
θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλ᾽ εἰς ἅπαντα τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον: ἀλλ᾽ οὐκ ἀπονοίας οὐδ᾽ ἀναιδείας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.