Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
εἰ δ᾽ ἕτερόν τι περιέσται τούτων, ὃ μηδεὶς μὲν ἂν αὐτὸς πεποιηκέναι φήσειεν, ἐν δὲ ταῖς ψήφοις εὑρεθήσεται, δέδοικα μὴ δόξητέ τισιν τὸν ἀεὶ βουλόμενον εἶναι πονηρὸν τῶν ἐν τῇ πόλει παιδοτριβεῖν. ἀσθενὴς μὲν γάρ ἐστιν ἅπας ὁ πονηρὸς καθ᾽ ἑαυτόν: ᾧ δ᾽ ἂν ὑμεῖς πρόσθησθε, οὗτος ἰσχυρὸς γίγνεται. ἔστι δὲ τοῦτο τῷ μὲν λαβόντι παρ᾽ ὑμῶν ἐργασία καὶ δυναστεία, ὑμῖν δὲ τοῖς δοῦσιν ὄνειδος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.