Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[38]
σκοπεῖτε γὰρ οὑτωσί. δύ᾽ ἔτη βιάζεται λέγειν οὗτος οὐκ ἐξὸν αὐτῷ, ἀλλὰ λέγει γ᾽ ὅμως. ἔπειτ᾽ ἐν τούτοις τὸν μὲν ταλαίπωρον Φωκίδην καὶ τὸν χαλκοτύπον τὸν ἐκ Πειραιῶς καὶ τὸν σκυλόδεψον, καὶ ὅσων ἄλλων κατηγόρηκε παρ᾽ ὑμῖν, εἶδ᾽ ἀδικοῦντας τὴν πόλιν, ἐμὲ δ᾽ οὐχ ἑώρα τὸν ῥήτορ᾽ ᾧ ἐπολέμει, οὐδὲ τὸν Λυκοῦργον, οὐδὲ τοὺς ἄλλους, περὶ ὧν αὐτίκα δὴ τὰ πόλλ᾽ ἐρεῖ; καὶ μὴν κατ᾽ ἀμφότερ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι, τοῦτο μέν, εἴ τι καθ᾽ ἡμῶν ἔχων ἀδίκημα δεικνύναι ἡμᾶς μὲν ἀφίει, ἐπὶ δὲ τοὺς ἰδιώτας ἐπορεύετο, τοῦτο δέ, εἰ μηδὲν ἔχων ἕνεκα τοῦ παρακρούσασθαι καὶ φενακίσαι ὑμᾶς ταῦτ᾽ ἐρεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.