Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, ὁ δ᾽ ἀντεγγραφήσεται: ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ὁ ἐξαλειφθείς, ἐκεῖνος δ᾽ ἐπίτιμος ἔσται, ὁ ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδ᾽ ἀξιοῖ, ταῦτα συμβαίνει: εἰ γὰρ ὅτ᾽ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλ᾽ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλ᾽ ὅταν ἐξαλειφθῇ, τότ᾽ οὐκ ὀφειλήσει: οὐκοῦν νῦν ὀφείλει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.