Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[46]
εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμ᾽ ἔχων πάνθ᾽ ὅσα πώποτ᾽ ἔπραξεν ἐπώλει, τί τοῦτον, ὦ μάται᾽, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστ᾽ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ δι᾽ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ὁ ταῦτ᾽ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.