Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
καὶ τὰ μὲν ἄλλ᾽ ἐάσω: ἀλλ᾽, Ἀριστογεῖτον, ἑπτὰ γραφὰς κέκρικάς με, τοῖς ὑπὲρ Φιλίππου τότε πράττουσιν σεαυτὸν μισθώσας, καὶ εὐθύνας διδόντος δὶς κατηγόρησας: καὶ Ἀδράστειαν μὲν ἄνθρωπος ὢν προσκυνῶ, καὶ ἔχω τοῖς θεοῖς καὶ πᾶσιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς σώσασί με πολλὴν χάριν: οὐδεπώποτε δ᾽ οὐδὲν ἀληθὲς λέγων ἐφάνης, ἀλλ᾽ ἀεὶ συκοφαντῶν ἠλέγχου. ἐὰν οὖν ἀκύρους τοὺς νόμους οὗτοι ποιήσαντες ἀφῶσί σε τήμερον, νῦν μ᾽ ἐξελέγξεις; περὶ τοῦ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.