Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[71]
οὐ γάρ, εἰ μὴ πᾶν ὅσον ὦφλεν ὀφείλει, νῦν ἡ κρίσις οὐδ᾽ ὁ λόγος, ἀλλ᾽ εἰ ὀφείλει. ἢ δεινά γ᾽ ἂν πάθοιεν οἱ δραχμὴν ἐγγεγραμμένοι μόνην, εἰ, διότι μικρὰ καὶ οὐδὲν ἠδικήκασιν, ἰσχύσει τὸ ὀφείλειν κατ᾽ αὐτῶν: ἐὰν δέ τις μεγάλ᾽ ἠδικηκὼς ᾖ, μίαν θεὶς ἢ δύο καταβολὰς ἐπίτιμος ἔσται. ἔτι τοίνυν τρί᾽ ἐστὶν τὰ ὀφλήμαθ᾽ ἃ ἐγγέγραπται καὶ ἐφ᾽ οἷς ἐνδέδεικται. τὰ μὲν δὴ δύ᾽ ἐν ἀπογραφῇ πεποίηται, τὸ δ᾽ ἓν οὐδ᾽ ἀπογέγραπται, ἀλλὰ βουλεύσεως τὸν Ἀλωπεκῆθεν Ἀρίστωνα διώκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.