Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
βούλομαι τοίνυν καὶ παρακινδυνευτικοῦ τινος ἅψασθαι λόγου καὶ διαλεχθῆναι τοῖς διὰ ταῦτα φιλοῦσιν αὐτόν: οὓς ὁποίους μέν τινας χρὴ νομίζειν, αὐτοὶ σκοπεῖσθε, ἐγὼ δ᾽ οὐδὲν ἂν εἴποιμι, πλὴν ὅτι γ᾽ οὐ σωφρονοῦσι προσνέμοντες αὑτοὺς τούτῳ. τῶν μὲν οὖν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν οὐδέν᾽ εἶναι τοιοῦτον τίθεμαι: καὶ γὰρ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ συμφέρον οὕτω καὶ λέγειν ἐμὲ καὶ φρονεῖν περὶ ὑμῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.