Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[54]
ἄξιον δ᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπ᾽ ἀκοῦσαι: δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατ᾽ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπ᾽ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. πρὸς μὲν γὰρ τῷ τὸν πατέρ᾽ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθ᾽ ὁ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.