Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[30]
καὶ μὴν ὅ τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν ἢ εἴ τις ἐξ ὧν οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, ἢ τοῖς ἐκ τοῦ δεσμωτηρίου, ἢ τοῖς ὧν ἀπέκτεινεν ὁ δῆμος τοὺς πατέρας, ἢ τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, ἢ τοῖς ὀφείλουσι τῷ δημοσίῳ, ἢ τοῖς καθάπαξ ἀτίμοις, ἢ τοῖς πονηροτάτοις καὶ δοκοῦσι καὶ οὖσι: πάντα γὰρ ταῦθ᾽ ὑπάρχει τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφ᾽ οἷς νυνὶ ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, ἢ οὐδέν γ᾽ ἧττον, ἐφ᾽ οἷς δῆλός ἐστι ποιήσων, εἰ τὴν παρ᾽ ὑμῶν ἐξουσίαν λήψεται καὶ καιρόν: ὃ μὴ γένοιτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.