previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐδὲν οὖν ἐπενόει μικρὸν Λέντλος ἄσημον, ἀλλ᾽ ἐδέδοκτο τήν βουλὴν ἅπασαν ἀναιρεῖν τῶν τ᾽ ἄλλων πολιτῶν ὅσους δύναιτο, τήν πόλιν δ᾽ αὐτὴν καταπιμπράναι, φείδεσθαι τε μηδενὸς τῶν Πομπηΐου τέκνων ταῦτα δ᾽ ἐξαρπασαμένους ἔχειν ὑφ᾽ αὑτοῖς καὶ φυλάττειν ὅμηρα τῶν πρὸς Πομπήϊον διαλύσεων: ἤδη γὰρ ἐφοίτα πολὺς λόγος καὶ βέβαιος ὑπὲρ αὐτοῦ κατιόντος ἀπὸ τῆς μεγάλης στρατείας. [2] καὶ νὺξ μὲν ὥριστο πρὸς τήν ἐπίθεσιν μία τῶν Κρονιάδων, ξίφη δὲ καὶ στυππεῖα καὶ θεῖον εἰς τήν Κεθήγου φέροντες οἰκίαν ἀπέκρυψαν. ἄνδρας δὲ τάξαντες ἑκατὸν καὶ μέρη τοσαῦτα τῆς Ῥώμης ἕκαστον ἐφ᾽ ἑκάστῳ διεκλήρωσαν, ὡς δι᾽ ὀλίγου πολλῶν ἁψάντων φλέγοιτο πανταχόθεν πόλις. ἄλλοι δὲ τοὺς ὀχετοὺς ἔμελλον ἐμφράξαντες ἀποσφάττειν τοὺς ὑδρευομένους.

[3] πραττομένων δὲ τούτων ἔτυχον ἐπιδημοῦντες Ἀλλοβρίγων δύο πρέσβεις, ἔθνους μάλιστα δὴ τότε πονηρὰ πράττοντος καὶ βαρυνομένου τήν ἡγεμονίαν. τούτους οἱ περὶ Λέντλον ὠφελίμους ἡγούμενοι πρὸς τὸ κινῆσαι καὶ μεταβαλεῖν τήν Γαλατίαν ἐποιήσαντο συνωμότας. καὶ γράμματα μὲν αὐτοῖς πρὸς τήν ἐκεῖ βουλήν, γράμματα δὲ πρὸς Κατιλίναν ἔδοσαν, τῇ μὲν ὑπισχνούμενοι [p. 126] τήν ἐλευθερίαν, τὸν δὲ Κατιλίναν παρακαλοῦντες ἐλευθερώσαντα τοὺς δούλους ἐπὶ τήν Ῥώμην ἐλαύνειν. [4] συναπέστελλον δὲ μετ᾽ αὐτῶν πρὸς τὸν Κατιλίναν Τίτον τινὰ Κροτωνιάτην, κομίζοντα τὰς ἐπιστολάς. οἷα δ᾽ ἀνθρώπων ἀσταθμήτων καὶ μετ᾽ οἴνου τὰ πολλὰ καὶ γυναικῶν ἀλλήλοις ἐντυγχανόντων βουλεύματα πόνῳ καὶ λογισμῷ νήφοντι καὶ συνέσει περιττῇ διώκων Κικέρων, καὶ πολλοὺς μὲν ἔχων ἔξωθεν ἐπισκοποῦντας τὰ: πραττόμενα καὶ συνεξιχνεύοντας αὐτῷ, πολλοῖς δὲ τῶν μετέχειν δοκούντων τῆς συνωμοσίας διαλεγόμενος κρύφα καὶ πιστεύων, [5] ἔγνω τήν πρὸς τοὺς ξένους κοινολογίαν καὶ νυκτὸς ἐνεδρεύσας ἔλαβε τὸν Κροτωνιάτην καὶ τὰ γράμματα, συνεργούντων ἀδήλως τῶν Ἀλλοβρίγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: