previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μὲν οὖν πρὸς ἐχθροὺς ἀντιδίκους σκώμμασι χρῆσθαι πικροτέροις δοκεῖ ῥητορικὸν εἶναι: τὸ δ᾽ οἷς ἔτυχε προσκρούειν ἕνεκα τοῦ γελοίου πολὺ συνῆγε μῖσος αὐτῷ. γράψω δὲ καὶ τούτων ὀλίγα. Μᾶρκον Ἀκύΐνιον ἔχοντα δύο γαμβροὺς φυγάδας Ἄδραστον ἐκάλει. [2] Λευκίου δὲ Κόττα τιμητικὴν ἔχοντος ἀρχήν, φιλοινοτάτου δ᾽ ὄντος, ὑπατείαν μετιὼν Κικέρων ἐδίψησε, καὶ τῶν φίλων κύκλῳ περιστάντων ὡς ἔπινεν, ‘ὀρθῶς φοβεῖσθε,’ εἶπε, ‘μή μοι γένιτο χαλεπὸς τιμητὴς ὅτι ὕδωρ πίνω.’ Βωκωνίῳ δ᾽ ἀπαντήσας ἄγοντι μεθ᾽ ἑαυτοῦ τρεῖς ἀμορφοτάτας θυγατέρας ἀνεφθέγξατο:
Φοίβου ποτ᾽ οὐκ ἐῶντος ἔσπειρεν τέκνα.
[3] Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν σύγκλητον ἐξαναγνόντος, ‘μὴ θαυμάζετε,’ εἶπε, ‘καὶ αὐτὸς εἷς ἐστι τῶν ἀναπεφωνηκότων.’ ἐπεὶ δὲ Φαῦστος Σύλλα τοῦ μοναρχήσαντος ἐν Ῥώμῃ καὶ πολλοὺς ἐπὶ θανάτῳ προγράψαντος ἐν δανείοις γενόμενος καὶ πολλὰ τῆς οὐσίας διασπαθήσας ἀπάρτιον προέγραψε, ταύτην ἔφη μᾶλλον αὐτῷ τὴν προγραφὴν ἀρέσκειν τὴν πατρῴαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: