previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κικέρων δ᾽ ἦν μέν αὐτοῦ φίλος καί τῶν περὶ Κατιλίναν πραττομένων ἐχρῆτο προθυμοτάτῳ συνεργῷ καί φύλακι τοῦ σώματος, ἰσχυριζομένου δὲ πρὸς τὸ ἔγκλημα τῷ μηδὲ γεγονέναι κατ᾽ ἐκεῖνον ἐν Ῥώμῃ τὸν χρόνον, ἀλλ᾽ ἐν τοῖς πορρωτάτω χωρίοις διατρίβειν, κατεμαρτύρησεν ὡς ἀφιγμένου πρὸς αὐτὸν οἴκαδε καί [p. 154] [2] διειλεγμένου περί τινων ὅπερ ἦν ἀληθές, οὐ μὴν ἐδόκει μαρτυρεῖν Κικέρων διὰ τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὴν αὐτοῦ γυναῖκα Τερεντίαν ἀπολογούμενος. ἦν γὰρ αὐτῇ πρὸς τὸν Κλώδιον ἀπέχθεια διὰ τὴν ἀδελφὴν τὴν ἐκείνου Κλωδίαν, ὡς τῷ Κικέρωνι βουλομένην γαμηθῆναι καί τοῦτο διὰ Τύλλου τινὸς πράττουσαν, ὃς ἑταῖρος μέν ἦν καί συνήθης ἐν τοῖς μάλιστα Κικέρωνος, ἀεὶ δὲ πρὸς τὴν Κλωδίαν φοιτῶν καί θεραπεύων ἐγγὺς οἰκοῦσαν ὑποψίαν τῇ Τερεντίᾳ παρέσχε, [3] χαλεπὴ δὲ τὸν τρόπον οὖσα καί τοῦ Κικέρωνος ἄρχουσα παρώξυνε τῷ Κλωδίῳ συνεπιθέσθαι καί καταμαρτυρῆσαι. κατεμαρτύρουν δὲ τοῦ Κλωδίου πολλοὶ τῶν καλῶν κάγαθῶν ἀνδρῶν ἐπιορκίας, ῥᾳδιουργίας, ὄχλων δεκασμούς, φθορὰς γυναικῶν. Λεύκολλος δὲ καί θεραπαινίδας παρεῖχεν ὡς συγγένοιτο τῇ νεωτάτῃ τῶν ἀδελφῶν Κλώδιος, ὅτε Λευκούλλῳ συνῴκει. [4] πολλὴ δ᾽ ἦν δόξα καί ταῖς ἄλλαις δυσὶν ἀδελφαῖς πλησιάζειν τὸν Κλώδιον, ὧν Τερτίαν μέν Μάρκιος Ῥήξ, Κλωδίαν δὲ Μέτελλος Κέλερ εἶχεν, ἣν Κουαδρανταρίαν 1 ἐκάλουν, ὅτι τῶν ἐραστῶν τις αὐτῇ χαλκοῦς ἐμβαλὼν εἰς βαλάντιον ὡς ἀργύριον εἰσέπεμψε: τὸ δὲ λεπτότατον τοῦ χαλκοῦ νομίσματος κουαδράντην ἐκάλουν. ἐπὶ ταύτῃ μάλιστα τῶν ἀδελφῶν κακῶς ἤκουσεν Κλώδιος. [5] οὐ μὴν ἀλλὰ τότε τοῦ δήμου πρὸς τοὺς καταμαρτυροῦντας αὐτοῦ καί συνεστῶτας ἀντιταττομένου [p. 156] φοβηθέντες οἱ δικασταὶ φυλακὴν περιεστήσαντο, καί τὰς δέλτους οἱ πλεῖστοι συγκεχυμένοις τοῖς γράμμασιν ἤνεγκαν. ὅμως δὲ πλείονες ἔδοξαν οἱ ἀπολύοντες γενέσθαι: καί τις ἐλέχθη καί δεκασμὸς διελθεῖν. [6] ὅθεν μέν Κάτλος ἀπαντήσας τοῖς κριταῖς, ‘ὑμεῖς,’ εἶπεν, ‘ὡς ἀληθῶς ὑπὲρ ἀσφαλείας ᾐτήσασθε τὴν φυλακήν, φοβούμενοι μή τις ὑμῶν ἀφέληται τὸ ἀργύριον.’ Κικέρων δὲ τοῦ Κλωδίου πρὸς αὐτὸν λέγοντος ὅτι μαρτυρῶν οὐκ ἔσχε πίστιν παρὰ τοῖς δικασταῖς, ‘ἀλλ᾽ ἐμοὶ μέν,’ εἶπεν, ‘οἱ πέντε καί εἴκοσι τῶν δικαστῶν ἐπίστευσαν τοσοῦτοι γάρ σου κατεψηφίσαντο: σοὶ δὲ τριάκοντα οὐκ ἐπίστευσαν οὐ γὰρ πρότερον ἀπέλυσαν ἔλαβον τὸ ἀργύριον.’ [7] μέντοι Καῖσαρ οὐ κατεμαρτύρησε κληθεὶς ἐπὶ τὸν Κλώδιον, οὐδ᾽ ἔφη μοιχείαν κατεγνωκέναι τῆς γυναικός, ἀφεικέναι δ᾽ αὐτὴν ὅτι τὸν Καίσαρος ἔδει γάμον οὐ πράξεως αἰσχρᾶς μόνον, ἀλλὰ καί φήμης καθαρὸν εἶναι.

1 Κουαδραντίαν Sintenis with the MSS.; Κουαδρανταρίαν Bekker, after Xylander and Du Soul (cf. Cic. pro Cael. 26, 62, mulier quadrantaria).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: