previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτά τε δὴ φιλότιμα, καὶ τὸ πολλάκις [p. 144] ἐπαιρόμενον τοῦ λόγου τῇ δεινότητι τὸ πρέπον προΐεσθαι. Μουνατίῳ μὲν γάρ ποτε συνηγορήσας, ὡς ἀποφυγὼν τὴν δίκην ἐκεῖνος ἐδίωκεν ἑταῖρον αὐτοῦ Σαβῖνον, οὕτω λέγεται προπεσεῖν ὑπ᾽ ὀργῆς Κικέρων ὥστ᾽ εἰπεῖν: ‘σὺ γὰρ ἐκείνην, Μουνάτιε, τὴν δίκην ἀπέφυγες διὰ σαυτόν, οὐκ ἐμοῦ πολὺ σκότος ἐν φωτὶ τῷ δικαστηρίῳ περιχέαντος;’ [2] Μᾶρκον δὲ Κράσσον ἐγκωμιάζων ἀπὸ τοῦ βήματος εὐημέρησε, καὶ μεθ᾽ ἡμέρας αὖθις ὀλίγας λοιδορῶν αὐτόν, ὡς ἐκεῖνος εἶπενοὐ γὰρ ἐνταῦθα πρώην αὐτὸς ἡμᾶς ἐπῄνεις;’ ‘ναί,’ φησι, ‘μελέτης ἕνεκεν γυμνάζων τὸν λόγον εἰς φαύλην ὑπόθεσιν.’ [3] εἰπόντος δέ ποτε τοῦ Κράσσου μηδένα Κράσσον ἐν Ῥώμῃ βεβιωκέναι μακρότερον ἑξηκονταετίας, εἶθ᾽ ὕστερον ἀρνουμένου καὶ λέγοντος, ‘τί δ᾽ ἂν ἐγὼ παθὼν τοῦτ᾽ εἶπον;’ ‘ἤιδεις,’ ἔφη, ‘Ῥωμαίους ἡδέως ἀκουσομένους καὶ διὰ τοῦτ᾽ ἐδημαγώγεις.’ ἀρέσκεσθαι δὲ τοῦ Κράσσου τοῖς Στωικοῖς φήσαντος, ὅτι πλούσιον εἶναι τὸν ἀγαθὸν ἀποφαίνουσιν, ‘ὅρα μὴ μᾶλλονεἶπεν, ‘ὅτι πάντα τοῦ σοφοῦ [4] λέγουσιν εἶναιδιεβάλλετο δ᾽ εἰς φιλαργυρίαν Κράσσος. ἐπεὶ δὲ τοῦ Κράσσου τῶν παίδων ἕτερος Ἀξίῳ τινὶ δοκῶν ὅμοιος εἶναι, καὶ διὰ τοῦτο τῇ μητρὶ προστριβόμενος αἰσχρὰν ἐπὶ τῷ Ἀξίῳ διαβολήν εὐδοκίμησε λόγον ἐν βουλῇ διελθών, ἐρωτηθεὶς Κικέρων τί φαίνεται αὐτῷ, ‘ἄξιος,’ εἶπε, ‘Κράσσου.’ [p. 146]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: