previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀποδειχθεὶς δὲ ταμίας ἐν σιτοδείᾳ καὶ λαχὼν Σικελίαν ἠνώχλησε τοῖς ἀνθρώποις ἐν ἀρχῇ σῖτον εἰς Ῥώμην ἀποστέλλειν ἀναγκαζομένοις. ὕστερον δὲ τῆς ἐπιμελείας καὶ δικαιοσύνης καὶ πρᾳότητος αὐτοῦ πεῖραν λαμβάνοντες ὡς οὐδένα τῶν πώποθ᾽ ἡγεμόνων ἐτίμησαν. [2] ἐπεὶ δὲ πολλοὶ τῶν ἀπὸ Ῥώμης νέων ἔνδοξοι καὶ γεγονότες καλῶς, αἰτίαν ἔχοντες ἀταξίας καὶ μαλακίας περὶ τὸν πόλεμον, ἀνεπέμφθησαν ἐπὶ τὸν στρατηγὸν τῆς Σικελίας, συνεῖπεν αὐτοῖς Κικέρων ἐπιφανῶς καὶ περιεποίησεν. ἐπὶ τούτοις οὖν μέγα φρονῶν εἰς Ῥώμην βαδίζων γελοῖόν τι παθεῖν φησι, [3] συντυχὼν γὰρ ἀνδρὶ τῶν ἐπιφανῶν [p. 96] φίλῳ δοκοῦντι περὶ Καμπανίαν, ἐρέσθαι τίνα δὴ τῶν πεπραγμένων ὑπ᾽ αὐτοῦ λόγον ἔχουσι Ῥωμαῖοι καὶ τί φρονοῦσιν, ὡς ὀνόματος καὶ δόξης τῶν πεπραγμένων αὐτῷ τὴν πόλιν ἅπασαν ἐμπεπληκώς: τὸν δ᾽ εἰπεῖν: ‘ποῦ γὰρ ἦς, Κικέρων, [4] τὸν χρόνον τοῦτον;’ τότε μὲν οὖν ἐξαθυμῆσαι παντάπασιν, εἰ καθάπερ εἰς πέλαγος ἀχανὲς τὴν πόλιν ἐμπεσὼν περὶ αὐτοῦ λόγος οὐδὲν εἰς δόξαν ἐπίδηλον πεποίηκεν: ὕστερον δὲ λογισμὸν ἑαυτῷ διδοὺς πολὺ τῆς φιλοτιμίας ὑφεῖλεν, ὡς πρὸς ἀόριστον πρᾶγμα τὴν δόξαν ἁμιλλώμενος καὶ πέρας οὐκ ἐφικτὸν ἔχουσαν. [5] οὐ μὴν ἀλλὰ τό γε χαίρειν ἐπαινούμενον διαφερόντως καὶ πρὸς δόξαν ἐμπαθέστερον ἔχειν ἄχρι παντὸς αὐτῷ παρέμεινε καὶ πολλοὺς πολλάκις τῶν ὀρθῶν ἐπετάραξε λογισμῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: