previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐν μὲν οὖν τῇ βουλῇ ψηφιζομένων αὐτῷ θρίαμβον ἥδιον ἂν ἔφη παρακολουθῆσαι Καῖσαρ ι θριαμβεύοντι συμβάσεων γενομένων ἰδίᾳ δὲ συνεβούλευε πολλὰ μὲν Καίσαρι γράφων, [p. 176] πολλὰ δ᾽ αὑτοῦ Πομπηίου δεόμενος, πραΰνων ἑκάτερον καὶ παραμυθούμενος, ὡς δ᾽ ἦν ἀνήκεστα καὶ Καίσαρος ἐπερχομένου Πομπήιος οὐκ ἔμεινεν, ἀλλὰ μετὰ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν τὴν πόλιν ἐξέλιπε, ταύτης μὲν ἀπελείφθη τῆς φυγῆς Κικέρων, ἔδοξε δὲ Καίσαρι προστίθεσθαι. [2] καὶ δῆλός ἐστι τῇ γνώμῃ πολλὰ ῥιπτασθεὶς ἐπ᾽ ἀμφότερα καὶ δυσπαθήσας. γράφει γὰρ ἐν ταῖς ἐπιστολαῖς διαπορεῖν ποτέρωσε χρὴ τρέπεσθαι, Πομπηίου μὲν ἔνδοξον καὶ καλὴν ὑπόθεσιν πρὸς τὸν πόλεμον ἔχοντος, Καίσαρος δ᾽ ἄμεινον τοῖς πράγμασι χρωμένου καὶ μᾶλλον ἑαυτὸν καὶ τοὺς φίλους σῴζοντος, ὥστ᾽ ἔχειν μὲν ὃν φύγῃ, μὴ ἔχειν δὲ πρὸς ὃν φύγῃ. [3] Τρεβατίου δέ, τινος τῶν Καίσαρος ἑταίρων, γράψαντος ἐπιστολήν ὅτι Καῖσαρ οἴεται δεῖν μάλιστα μὲν αὐτὸν ἐξετάζεσθαι μεθ᾽ αὑτοῦ καὶ τῶν ἐλπίδων μετέχειν, εἰ δ᾽ ἀναδύεται διὰ γῆρας, εἰς τὴν Ἑλλάδα βαδίζειν κἀκεῖ καθήμενον ἡσυχίαν ἄγειν ἐκποδὼν ἀμφοτέροις γενόμενον, θαυμάσας Κικέρων ὅτι Καῖσαρ αὐτὸς οὐκ ἔγραψεν, ἀπεκρίνατο πρὸς ὀργὴν ὡς οὐδὲν ἀνάξιον πράξει τῶν πεπολιτευμένων. τὰ μὲν οὖν ἐν ταῖς ἐπιστολαῖς γεγραμμένα τοιαῦτα ἐστι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: