previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐ μὴν ἀλλ᾽ ἦσαν οἱ τὸν Κικέρωνα παρεσκευασμένοι καὶ λέγειν ἐπὶ τούτοις καὶ [p. 138] ποιεῖν κακῶς, ἔχοντες ἡγεμόνας τῶν εἰς τὸ μέλλον ἀρχόντων Καίσαρα μὲν στρατηγοῦντα, Μέτελλον δὲ καὶ Βηστίαν δημαρχοῦντας. οἳ τὴν ἀρχὴν παραλαβόντες, ἔτι τοῦ Κικέρωνος ἡμέρας ὀλίγας ἄρχοντος, οὐκ εἴων δημηγορεῖν αὐτόν, ἀλλ᾽ ὑπὲρ τῶν ἐμβόλων βάθρα θέντες οὐ παρίεσαν οὐδ᾽ ἐπέτρεπον λέγειν, ἀλλ᾽ ἐκέλευον, εἰ βούλοιτο, μόνον περὶ τῆς ἀρχῆς ἀπομόσαντα καταβαίνειν. [2] κἀκεῖνος ἐπὶ τούτοις ὡς ὀμόσων προῆλθε: καὶ γενομένης αὐτῷ σιωπῆς ὤμνυεν, οὐ τὸν πάτριον, ἀλλ᾽ ἴδιόν τινα καὶ καινὸν ὅρκον, μὴν σεσωκέναι τὴν πατρίδα καὶ διατετηρηκέναι τὴν ἡγεμονίαν. ἐπώμνυε δὲ τὸν ὅρκον αὐτῷ σύμπας δῆμος, ἐφ᾽ οἷς ἔτι μᾶλλον τε Καῖσαρ οἵ τε δήμαρχοι χαλεπαίνοντες ἄλλας τε τῷ Κικέρωνι ταραχὰς ἐμηχανῶντο, καὶ νόμος ὑπ᾽ αὐτῶν εἰσήγετο καλεῖν Πομπήϊον μετὰ τῆς στρατιᾶς, ὡς δὴ καταλύσοντα τὴν Κικέρωνος δυναστείαν. [3] ἀλλ᾽ ἦν ὄφελος μέγα τῷ Κικέρωνι καὶ πάσῃ τῇ πόλει δημαρχῶν τότε Κάτων καὶ τοῖς ἐκείνων 1 πολιτεύμασιν ἀπ᾽ ἴσης μὲν ἐξουσίας, μείζονος δὲ δόξης ἀντιτασσόμενος, τά τε γὰρ ἄλλα ῥᾳδίως ἔλυσε, καὶ τὴν Κικέρωνος ὑπατείαν οὕτως ἦρε τῷ λόγῳ μεγάλην δημηγορήσας ὥστε τιμὰς αὐτῷ τῶν πώποτε μεγίστας ψηφίσασθαι καὶ προσαγορεῦσαι πατέρα πατρίδος, πρώτῳ γὰρ ἐκείνῳ δοκεῖ [p. 140] τοῦτο καθυπάρξαι, Κάτωνος αὐτὸν οὕτως ἐν τῷ δήμῳ προσαγορεύσαντος.

1 ἐκείνων Coraës, Bekker, and Graux, after Xylander: ἐκείνου (referring to Caesar).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: