previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ μὲν οὖν κατ᾽ οἶκον οὕτως εἶχε τῷ Κικέρωνι. τῆς δ᾽ ἐπὶ Καίσαρα συνισταμένης πράξεως οὐ μετέσχε, καίπερ ὢν ἑταῖρος ἐν τοῖς μάλιστα Βρούτου καὶ βαρύνεσθαι τὰ παρόντα καὶ τὰ πάλαι ποθεῖν πράγματα δοκῶν ὡς ἕτερος οὐδείς. ἀλλ᾽ ἔδεισαν οἱ ἄνδρες αὐτοῦ τήν τε φύσιν ὡς ἐνδεᾶ τόλμης, τόν τε χρόνον, ἐν καὶ ταῖς ἐρρωμενεστάταις φύσεσιν ἐπιλείπει τὸ θαρρεῖν. [2] ὡς δ᾽ οὖν ἐπέπρακτο τοῖς περὶ Βροῦτον καὶ Κάσσιον τὸ ἔργον καὶ τῶν Καίσαρος φίλων συνισταμένων ἐπὶ τοὺς ἄνδρας αὖθις ἦν δέος ἐμφυλίοις πολέμοις περιπετῆ γενέσθαι τήν πόλιν, [p. 190] Ἀντώνιος μὲν ὑπατεύων τήν βουλὴν συνήγαγε καὶ βραχέα διελέχθη περὶ ὁμονοίας, Κικέρων δὲ πολλὰ πρὸς τὸν καιρὸν οἰκείως διελθών ἔπεισε τήν σύγκλητον Ἀθηναίους μιμησαμένην ἀμνηστίαν τῶν ἐπὶ Καίσαρι ψηφίσασθαι νεῖμαι δὲ τοῖς περὶ Κάσσιον καὶ Βροῦτον ἐπαρχίας. [3] ἔσχε δὲ τούτων τέλος οὐδέν, γὰρ δῆμος αὐτὸς μὲν ἀφ᾽ ἑαυτοῦ πρὸς οἶκτον ἐξαχθείς ὡς εἶδε τόν νεκρὸν ἐκκομιζόμενον δι᾽ ἀγορᾶς, Ἀντωνίου δὲ καὶ τήν ἐσθῆτα δείξαντος αὐτοῖς αἵματος κατάπλεων καὶ κεκομμένην πάντῃ τοῖς ξίφεσιν, ἐκμανέντες ὑπ᾽ ὀργῆς ἐν ἀγορᾷ ζήτησιν ἐποιοῦντο τῶν ἀνδρῶν, καὶ πῦρ ἔχοντες ἐπὶ τὰς οἰκίας ἔθεον ὡς ὑφάψοντες. οἱ δὲ τοῦτον μὲν τῷ προπεφυλάχθαι διέφυγον τόν κίνδυνον, ἑτέρους δὲ πολλοὺς καὶ μεγάλους προσδοκῶντες ἐξέλιπον τήν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: