previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἁπτόμενος δὲ τῆς πολιτείας προθυμότερον, αἰσχρὸν ἡγεῖτο τοὺς μὲν βαναύσους ὀργάνοις χρωμένους καὶ σκεύεσιν ἀψύχοις μηδενὸς ἀγνοεῖν ὄνομα μηδὲ χώραν δύναμιν αὐτῶν, τὸν δὲ πολιτικόν, δι᾽ ἀνθρώπων αἱ κοιναὶ πράξεις περαίνονται, ῥᾳθύμως καὶ ἀμελῶς ἔχειν περὶ τὴν τῶν πολιτῶν γνῶσιν. [2] ὅθεν οὐ μόνον τῶν ὀνομάτων εἴθιζε μνημονεύειν αὐτόν, ἀλλὰ καὶ τόπον ἐν τῶν γνωρίμων ἕκαστος οἰκεῖ, καὶ χωρίον οὐ κέκτηται, καὶ φίλους οἷστισι χρῆται, καὶ γείτονας ἐγίνωσκε: καὶ πᾶσαν ὁδὸν Ἰταλίας διαπορευομένῳ Κικέρωνι πρόχειρον ἦν εἰπεῖν καὶ ἐπιδεῖξαι τοὺς τῶν φίλων ἀγροὺς καὶ τὰς ἐπαύλεις.

[3] οὐσίαν δὲ μικρὰν μέν, ἱκανὴν δὲ καὶ ταῖς δαπάναις ἐπαρκῆ κεκτημένος ἐθαυμάζετο μήτε [p. 98] μισθοὺς μήτε δῶρα προσιέμενος ἀπὸ τῆς συνηγορίας, μάλιστα δ᾽ ὅτε τὴν κατὰ Βέρρου δίκην ἀνέλαβε, τοῦτον γὰρ στρατηγὸν γεγονότα τῆς Σικελίας καὶ πολλὰ πεπονηρευμένον τῶν Σικελιωτῶν διωκόντων εἷλεν, οὐκ εἰπών, ἀλλ᾽ ἐξ αὐτοῦ τρόπον τινὰ τοῦ μὴ εἰπεῖν, [4] τῶν γὰρ στρατηγῶν τῷ Βέρρῃ χαριζομένων καὶ τὴν δίκην ὑπερθέσεσι καὶ διακρούσεσι πολλαῖς εἰς τὴν ὑστάτην ἐκβαλλόντων, ὡς ἦν πρόδηλον ὅτι τοῖς λόγοις τῆς ἡμέρας οὐκ ἐξαρκέσει χρόνος οὐδὲ λήψεται πέρας κρίσις, ἀναστὰς Κικέρων ἔφη μὴ δεῖσθαι λόγων, ἀλλ᾽ ἐπαγαγὼν τοὺς μάρτυρας καὶ ἐπικρίνας ἐκέλευσε φέρειν τὴν ψῆφον τοὺς δικαστάς. ὅμως δὲ πολλὰ χαρίεντα διαμνημονεύεται καὶ περὶ ἐκείνην αὐτοῦ τὴν δίκην. [5] βέρρην γὰρ οἱ Ῥωμαῖοι τὸν ἐκτετμημένον χοῖρον καλοῦσιν. ὡς οὖν ἀπελευθερικὸς ἄνθρωπος ἔνοχος τῷ ἰουδαΐζειν, ὄνομα Κεκίλιος, ἐβούλετο παρωσάμενος τοὺς Σικελιώτας κατηγορεῖν τοῦ Βέρρου: ‘τί Ἰουδαίῳ πρὸς χοῖρον;’ ἔφη Κικέρων. ἦν δὲ τῷ Βέρρῃ ἀντίπαις υἱὸς, οὐκ ἐλευθερίως δοκῶν προΐστασθαι τῆς ὥρας. λοιδορηθεὶς οὖν Κικέρων εἰς μαλακίαν ὑπὸ τοῦ Βέρρου, ‘τοῖς υἱοῖς,’ [6] εἶπεν, ‘ἐντὸς θυρῶν δεῖ λοιδορεῖσθαι.’ τοῦ δὲ ῥήτορος Ὁρτησίου τὴν μὲν εὐθεῖαν τῷ Βέρρῃ συνειπεῖν μὴ τολμήσαντος, ἐν δὲ τῷ τιμήματι πεισθέντος παραγενέσθαι καὶ λαβόντος [p. 100] ἐλεφαντίνην Σφίγγα μισθόν, εἶπέ τι πλαγίως Κικέρων πρὸς αὐτόν τοῦ δὲ φήσαντος αἰνιγμάτων λύσεως ἀπείρως ἔχειν, ‘καὶ μὴν ἐπὶ τῆς οἰκίαςἔφη, 1τὴν Σφίγγα ἔχεις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: