previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτων ἐγίνετο πολλοῖς ἐπαχθής: καὶ οἱ μετὰ Κλωδίου συνέστησαν ἐπ᾽ αὐτόν ἀρχὴν τοιαύτην λαβόντες. ἦν Κλώδιος ἀνὴρ εὐγενής, τῇ μὲν ἡλικίᾳ νέος, τῷ δὲ φρονήματι [p. 152] θρασὺς καὶ αὐθάδης, οὗτος ἐρῶν Πομπηίας τῆς Καίσαρος γυναικός εἰς τὴν οἰκίαν αὐτοῦ παρεισῆλθε κρύφα, λαβὼν ἐσθῆτα καὶ σκευὴν ψαλτρίας: ἔθυον γὰρ αἱ γυναῖκες τὴν ἀπόρρητον ἐκείνην καὶ ἀθέατον ἀνδράσι θυσίαν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ, καὶ παρῆν ἀνὴρ οὐδείς: [2] ἀλλὰ μειράκιον ὢν ἔτι καὶ μήπω γενειῶν Κλώδιος ἤλπιζε λήσεσθαι διαδὺς πρὸς τὴν Πομπηίαν μετὰ τῶν γυναικῶν, ὡς δ᾽ εἰσῆλθε νυκτὸς εἰς οἰκίαν μεγάλην, ἠπορεῖτο τῶν διόδων: καὶ πλανώμενον αὐτόν ἰδοῦσα Αὐρηλίας θεραπαινὶς τῆς Καίσαρος μητρός, ᾔτησεν ὄνομα, φθέγξασθαι δ᾽ ἀναγκασθέντος ἐκείνου καὶ φήσαντος ἀκόλουθον Πομπηίας ζητεῖν Ἄβραν τοὔνομα, συνεῖσα τὴν φωνὴν οὐ γυναικείαν οὖσαν ἀνέκραγε καὶ συνεκάλει τὰς γυναῖκας. [3] αἱ δ᾽ ἀποκλείσασαι τὰς θύρας καὶ πάντα διερευνώμεναι λαμβάνουσι τὸν Κλώδιον εἰς οἴκημα παιδίσκης, συνεισῆλθε, καταπεφευγότα. τοῦ δὲ πράγματος περιβοήτου γενομένου Καῖσάρ τε τὴν Πομπηΐαν ἀφῆκε καὶ δίκην 1 ἀσεβείας ἀπεγράψατο τῷ Κλωδίῳ.

1 δίκην before this word Sintenis and Bekker assume a lacuna in the text, where once stood some such phrase as εἶς τῶν δημάρχων (Plutarch, Caesar, x. 5). So (substantially) Graux.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), RE´GIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: