previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔξω τῶν ὅρων ἐστὶ τῆς κακίας, καθάπερ καὶ θηριότης: τὸν δ᾽ ἔχοντα κρατεῖν κρατεῖσθαι οὐχ ἁπλῆ ἀκρασία ἀλλ᾽ καθ᾽ ὁμοιότητα, καθάπερ καὶ τὸν περὶ τοὺς θυμοὺς ἔχοντα τοῦτον τὸν τρόπον τοῦ πάθους, ἀκρατῆ δ᾽ οὐ λεκτέον. πᾶσα γὰρ ὑπερβάλλουσα καὶ ἀφροσύνη καὶ δειλία καὶ ἀκολασία καὶ χαλεπότης αἳ μὲν θηριώδεις αἳ δὲ νοσηματώδεις εἰσίν: μὲν γὰρ φύσει τοιοῦτος οἷος δεδιέναι πάντα, κἂν ψοφήσῃ μῦς, θηριώδη δειλίαν δειλός, δὲ τὴν γαλῆν ἐδεδίει διὰ νόσον: καὶ τῶν ἀφρόνων οἱ μὲν ἐκ φύσεως ἀλόγιστοι καὶ μόνον τῇ αἰσθήσει ζῶντες θηριώδεις, ὥσπερ ἔνια γένη τῶν πόρρω βαρβάρων, οἱ δὲ διὰ νόσους, οἷον τὰς ἐπιληπτικάς, μανίας νοσηματώδεις. τούτων δ᾽ ἔστι μὲν ἔχειν τινὰ ἐνίοτε μὲν μόνον, μὴ κρατεῖσθαι δέ, λέγω δὲ οἷον εἰ Φάλαρις κατεῖχεν ἐπιθυμῶν παιδίου φαγεῖν πρὸς ἀφροδισίων ἄτοπον ἡδονήν: ἔστι δὲ καὶ κρατεῖσθαι, μὴ μόνον ἔχειν: ὥσπερ οὖν καὶ μοχθηρίας μὲν κατ᾽ ἄνθρωπον ἁπλῶς λέγεται μοχθηρία, δὲ κατὰ πρόσθεσιν, ὅτι θηριώδης νοσηματώδης, ἁπλῶς δ᾽ οὔ, τὸν αὐτὸν τρόπον δῆλον ὅτι καὶ ἀκρασία ἐστὶν μὲν θηριώδης δὲ νοσηματώδης, ἁπλῶς δὲ κατὰ τὴν ἀνθρωπίνην ἀκολασίαν μόνη.

ὅτι μὲν οὖν ἀκρασία καὶ ἐγκράτειά ἐστι μόνον περὶ ἅπερ ἀκολασία καὶ σωφροσύνη, καὶ ὅτι περὶ τὰ ἄλλα ἐστὶν ἄλλο εἶδος ἀκρασίας, λεγόμενον κατὰ μεταφορὰν καὶ οὐχ ἁπλῶς, δῆλον. ὅτι δὲ καὶ ἧττον αἰσχρὰ ἀκρασία τοῦ θυμοῦ τῶν ἐπιθυμιῶν, θεωρήσωμεν. ἔοικε γὰρ θυμὸς ἀκούειν μέν τι τοῦ λόγου, παρακούειν δέ, καθάπερ οἱ ταχεῖς τῶν διακόνων, οἳ πρὶν ἀκοῦσαι πᾶν τὸ λεγόμενον ἐκθέουσιν, εἶτα ἁμαρτάνουσι τῆς προστάξεως, καὶ οἱ κύνες, πρὶν σκέψασθαι εἰ φίλος, ἂν μόνον ψοφήσῃ, ὑλακτοῦσιν: οὕτως θυμὸς διὰ θερμότητα καὶ ταχυτῆτα τῆς φύσεως ἀκούσας μέν, οὐκ ἐπίταγμα δ᾽ ἀκούσας, ὁρμᾷ πρὸς τὴν τιμωρίαν. μὲν γὰρ λόγος φαντασία ὅτι ὕβρις ὀλιγωρία ἐδήλωσεν, δ᾽ ὥσπερ συλλογισάμενος ὅτι δεῖ τῷ τοιούτῳ πολεμεῖν χαλεπαίνει δὴ εὐθύς: δ᾽ ἐπιθυμία, ἐὰν μόνον εἴπῃ ὅτι ἡδὺ λόγος αἴσθησις, ὁρμᾷ πρὸς τὴν ἀπόλαυσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: