previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φανερὸν δὲ καὶ ὅτι, εἰ μὴ ἡδονὴ ἀγαθὸν καὶ ἐνέργεια, οὐκ ἔσται ζῆν ἡδέως τὸν εὐδαίμονα: τίνος γὰρ ἕνεκα δέοι ἂν αὐτῆς, εἴπερ μὴ ἀγαθόν, ἀλλὰ καὶ λυπηρῶς ἐνδέχεται ζῆν; οὔτε κακὸν γὰρ οὔτ᾽ ἀγαθὸν λύπη, εἴπερ μηδ᾽ ἡδονή: ὥστε διὰ τί ἂν φεύγοι; οὐδὲ δὴ ἡδίων βίος τοῦ σπουδαίου, εἰ μὴ καὶ αἱ ἐνέργειαι αὐτοῦ.

περὶ δὲ δὴ τῶν σωματικῶν ἡδονῶν ἐπισκεπτέον τοῖς λέγουσιν ὅτι ἔνιαί γε ἡδοναὶ αἱρεταὶ σφόδρα, οἷον αἱ καλαί, ἀλλ᾽ οὐχ αἱ σωματικαὶ καὶ περὶ ἃς ἀκόλαστος. διὰ τί οὖν αἱ ἐναντίαι λῦπαι μοχθηραί; κακῷ γὰρ ἀγαθὸν ἐναντίον. οὕτως ἀγαθαὶ αἱ ἀναγκαῖαι, ὅτι καὶ τὸ μὴ κακὸν ἀγαθόν ἐστιν; μέχρι του ἀγαθαί; τῶν μὲν γὰρ ἕξεων καὶ κινήσεων ὅσων μὴ ἔστι τοῦ βελτίονος ὑπερβολή, οὐδὲ τῆς ἡδονῆς: ὅσων δ᾽ ἔστι, καὶ τῆς ἡδονῆς. ἔστιν δὲ τῶν σωματικῶν ἀγαθῶν ὑπερβολή, καὶ φαῦλος τῷ διώκειν τὴν ὑπερβολήν ἐστιν, ἀλλ᾽ οὐ τὰς ἀναγκαίας: πάντες γὰρ χαίρουσί πως καὶ ὄψοις καὶ οἴνοις καὶ ἀφροδισίοις, ἀλλ᾽ οὐχ ὡς δεῖ. ἐναντίως δ᾽ ἐπὶ τῆς λύπης: οὐ γὰρ τὴν ὑπερβολὴν φεύγει, ἀλλ᾽ ὅλως: οὐ γάρ ἐστι τῇ ὑπερβολῇ λύπη ἐναντία ἀλλ᾽ τῷ διώκοντι τὴν ὑπερβολήν.

ἐπεὶ δ᾽ οὐ μόνον δεῖ τἀληθὲς εἰπεῖν ἀλλὰ καὶ τὸ αἴτιον τοῦ ψεύδους: τοῦτο γὰρ συμβάλλεται πρὸς τὴν πίστιν: ὅταν γὰρ εὔλογον φανῇ τὸ διὰ τί φαίνεται ἀληθὲς οὐκ ὂν ἀληθές, πιστεύειν ποιεῖ τῷ ἀληθεῖ μᾶλλον: ὥστε λεκτέον διὰ τί φαίνονται αἱ σωματικαὶ ἡδοναὶ αἱρετώτεραι. πρῶτον μὲν οὖν δὴ ὅτι ἐκκρούει τὴν λύπην: καὶ διὰ τὰς ὑπερβολὰς τῆς λύπης, ὡς οὔσης ἰατρείας, τὴν ἡδονὴν διώκουσι τὴν ὑπερβάλλουσαν καὶ ὅλως τὴν σωματικήν. σφοδραὶ δὲ γίνονται αἱ ἰατρεῖαι, διὸ καὶ διώκονται, διὰ τὸ παρὰ τὸ ἐναντίον φαίνεσθαι. καὶ οὐ σπουδαῖον δὴ δοκεῖ ἡδονὴ διὰ δύο ταῦτα, ὥσπερ εἴρηται, ὅτι αἳ μὲν φαύλης φύσεώς εἰσι πράξεις ἐκ γενετῆς, ὥσπερ θηρίου, δι᾽ ἔθος, οἷον αἱ τῶν φαύλων ἀνθρώπων), αἳ δ᾽ ἰατρεῖαι ὅτι ἐνδεοῦς, καὶ ἔχειν βέλτιον γίνεσθαι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: