previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης οἱ μὲν φαῦλοι ἔσονται φίλοι δι᾽ ἡδονὴν τὸ χρήσιμον, ταύτῃ ὅμοιοι ὄντες, οἱ δ᾽ ἀγαθοὶ δι᾽ αὑτοὺς φίλοι: γὰρ ἀγαθοί. οὗτοι μὲν οὖν ἁπλῶς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς καὶ τῷ ὡμοιῶσθαι τούτοις. ὥσπερ δ᾽ ἐπὶ τῶν ἀρετῶν οἳ μὲν καθ᾽ ἕξιν οἳ δὲ κατ᾽ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας: οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δ᾽ ἔχουσιν ὥστ᾽ ἐνεργεῖν φιλικῶς: οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν: ὅθεν εἴρηταιπολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν.

οὐ φαίνονται δ᾽ οὔθ᾽ οἱ πρεσβῦται οὔθ᾽ οἱ στρυφνοὶ φιλικοὶ εἶναι: βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ: μάλιστα γὰρ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ δ᾽ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆνὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι: μονώταις γὰρ εἶναι τούτοις ἥκιστα προσήκει): συνδιάγειν δὲ μετ᾽ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἑταιρικὴ δοκεῖ ἔχειν.

μάλιστα μὲν οὖν ἐστὶ φιλία τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται: δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον: δ᾽ ἀγαθὸς τῷ ἀγαθῷ δι᾽ ἄμφω ταῦτα. ἔοικε δ᾽ μὲν φίλησις πάθει, δὲ φιλία ἕξει: γὰρ φίλησις οὐχ ἧττον πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως, δὲ προαίρεσις ἀφ᾽ ἕξεως: καὶ τἀγαθὰ βούλονται τοῖς φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθ᾽ ἕξιν. καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν: γὰρ ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται φίλος. ἑκάτερος οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι τῇ βουλήσει καὶ τῷ ἡδεῖ: λέγεται γὰρ φιλότης ἰσότης,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: