previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὠφελεῖται μὲν γὰρ πάντα ταῦτα ὑπὸ τῶν χρωμένων, φιλία δ᾽ οὐκ ἔστι πρὸς τὰ ἄψυχα οὐδὲ δίκαιον. ἀλλ᾽ οὐδὲ πρὸς ἵππον βοῦν, οὐδὲ πρὸς δοῦλον δοῦλος. οὐδὲν γὰρ κοινόν ἐστιν: γὰρ δοῦλος ἔμψυχον ὄργανον, τὸ δ᾽ ὄργανον ἄψυχος δοῦλος. μὲν οὖν δοῦλος, οὐκ ἔστι φιλία πρὸς αὐτόν, δ᾽ ἄνθρωπος: δοκεῖ γὰρ εἶναί τι δίκαιον παντὶ ἀνθρώπῳ πρὸς πάντα τὸν δυνάμενον κοινωνῆσαι νόμου καὶ συνθήκης: καὶ φιλία δή, καθ᾽ ὅσον ἄνθρωπος. ἐπὶ μικρὸν δὴ καὶ ἐν ταῖς τυραννίσιν αἱ φιλίαι καὶ τὸ δίκαιον, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλεῖον: πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν.

ἐν κοινωνίᾳ μὲν οὖν πᾶσα φιλία ἐστίν, καθάπερ εἴρηται. ἀφορίσειε δ᾽ ἄν τις τήν τε συγγενικὴν καὶ τὴν ἑταιρικήν. αἱ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοϊκαί, καὶ ὅσαι τοιαῦται, κοινωνικαῖς ἐοίκασι μᾶλλον: οἷον γὰρ καθ᾽ ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰς ταύτας δὲ τάξειεν ἄν τις καὶ τὴν ξενικήν. καὶ συγγενικὴ δὲ φαίνεται πολυειδὴς εἶναι, ἠρτῆσθαι δὲ πᾶσα ἐκ τῆς πατρικῆς: οἱ γονεῖς μὲν γὰρ στέργουσι τὰ τέκνα ὡς ἑαυτῶν τι ὄντα, τὰ δὲ τέκνα τοὺς γονεῖς ὡς ἀπ᾽ ἐκείνων τι ὄντα. μᾶλλον δ᾽ ἴσασιν οἱ γονεῖς τὰ ἐξ αὑτῶν τὰ γεννηθέντα ὅτι ἐκ τούτων, καὶ μᾶλλον συνωκείωται τὸ ἀφ᾽ οὗ τῷ γεννηθέντι τὸ γενόμενον τῷ ποιήσαντι: τὸ γὰρ ἐξ αὐτοῦ οἰκεῖον τῷ ἀφ᾽ οὗ, οἷον ὀδοὺς θρὶξ ὁτιοῦν τῷ ἔχοντι: ἐκείνῳ δ᾽ οὐδὲν τὸ ἀφ᾽ οὗ, ἧττον. καὶ τῷ πλήθει δὲ τοῦ χρόνου: οἳ μὲν γὰρ εὐθὺς γενόμενα στέργουσιν, τὰ δὲ προελθόντος χρόνου τοὺς γονεῖς, σύνεσιν αἴσθησιν λαβόντα. ἐκ τούτων δὲ δῆλον καὶ δι᾽ φιλοῦσι μᾶλλον αἱ μητέρες. γονεῖς μὲν οὖν τέκνα φιλοῦσιν ὡς ἑαυτούςτὰ γὰρ ἐξ αὐτῶν οἷον ἕτεροι αὐτοὶ τῷ κεχωρίσθαι), τέκνα δὲ γονεῖς ὡς ἀπ᾽ ἐκείνων πεφυκότα, ἀδελφοὶ δ᾽ ἀλλήλους τῷ ἐκ τῶν αὐτῶν πεφυκέναι: γὰρ πρὸς ἐκεῖνα ταυτότης ἀλλήλοις ταὐτὸ ποιεῖ: ὅθεν φασὶ ταὐτὸν αἷμα καὶ ῥίζαν καὶ τὰ τοιαῦτα. εἰσὶ δὴ ταὐτό πως καὶ ἐν διῃρημένοις. μέγα δὲ πρὸς φιλίαν καὶ τὸ σύντροφον καὶ τὸ καθ᾽ ἡλικίαν: ἧλιξ γὰρ ἥλικα, καὶ οἱ συνήθεις ἑταῖροι: διὸ καὶ ἀδελφικὴ τῇ ἑταιρικῇ ὁμοιοῦται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H. Rackham)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: