previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἔοικε δὲ τούτοις καὶ τὰ Αἰγύπτια. τὴν μὲν γὰρ Ἶσιν πολλάκις τῷ τῆς Ἀθηνᾶς ὀνόματι καλοῦσι φράζοντι τοιοῦτον λόγονἦλθον ἀπ᾽ ἐμαυτῆς,'’ ὅπερ ἐστὶν αὐτοκινήτου φορᾶς δηλωτικὸν δὲ Τυφών, ὥσπερ εἴρηται, Σὴθ καὶ Βέβων καὶ Σμὺ ὀνομάζεται, βίαιόν τινα καὶ κωλυτικὴν ἐπίσχεσιν, ὑπεναντίωσιν ἀναστροφὴν ἐμφαίνειν βουλομένων τῶν ὀνομάτων. ἔτι τὴν σιδηρῖτιν λίθον ὀστέον Ὥρου , Τυφῶνος δὲ τὸν σίδηρον, ὡς ἱστορεῖ Μανεθώς, 1 καλοῦσιν: ὥσπερ γὰρ σίδηρος πολλάκις μὲν ἑλκομένῳ καὶ ἑπομένῳ πρὸς τὴν λίθον ὅμοιός ἐστι, πολλάκις δ᾽ ἀποστρέφεται καὶ ἀποκρούεται πρὸς τοὐναντίον, οὕτως σωτήριος; καὶ ἀγαθὴ καὶ λόγον ἔχουσα τοῦ κόσμου κίνησις ἐπιστρέφεταί τε καὶ προσάγεται καὶ μαλακωτέραν 2 ποιεῖ, πείθουσα τὴν σκληρὰν ἐκείνην καὶ τυφώνειον, 3 εἶτ᾽ αὖθις ἀνασχεθεῖσα εἰς ἑαυτὴν ἀνέστρεψε 4 καὶ κατέδυσεν εἰς τὴν ἀπειρίαν. 5 ἔτι φησὶ περὶ τοῦ [p. 537] Διὸς Εὔδοξος μυθολογεῖν Αἰγυπτίους, ὡς τῶν σκελῶν συμπεφυκότων αὐτῷ μὴ δυνάμενος βαδίζειν, ὑπ᾽ αἰσχύνης ἐν 6 ἐρημίᾳ διέτριβεν: δ᾽ Ἶσις διατεμοῦσα καὶ διαστήσασα τὰ μέρη ταῦτα τοῦ σώματος ἀρτίποδα τὴν πορείαν παρέσχεν. αἰνίττεται δὲ καὶ διὰ τούτων μῦθος, ὅτι καθ᾽ ἑαυτὸν τοῦ θεοῦ νοῦς καὶ λόγος ἐν τῷ ἀοράτῳ καὶ ἀφανεῖ βεβηκὼς εἰς γένεσιν ὑπὸ κινήσεως προῆλθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: