[5] πεποίηται γὰρ αὐτῷ ἐν Ἰλιάδι Ποσειδῶν προλέγων τὴν μέλλουσαν ἔσεσθαι περὶ τὸν Αἰνείαν καὶ τοὺς ἐξ ἐκείνου γενησομένους ἐπιφάνειαν ὧδέ πως:
ὑπολαβόντες οὖν τὸν Ὅμηρον ἐν Φρυγίᾳ δυναστεύοντας εἰδέναι τοὺς ἄνδρας, ὡς δὴ οὐ δυνατὸν ὂν ἐν Ἰταλίᾳ οἰκοῦντας βασιλεύειν Τρώων, τὴν ἀνακομιδὴν τοῦ Αἰνείου ἀνέπλασαν. ἄρχειν δὲ δὴ τῶν Τρώων οὓς ἐπήγετο καὶ ἄλλοθι πολιτευομένων οὐκ ἀδύνατον ἦν: ἔχοι δ᾽ ἄν τις τῆς ἀπάτης καὶ ἑτέρας αἰτίας λαβεῖν.
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει
καὶ παῖδες παίδων, τοί κεν μετόπισθε γένωνται.