previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι Πύρρος διέβη τὸ δεύτερον εἰς Ἰταλίαν οὐ χωρούντων αὐτῷ τῶν ἐν Σικελίᾳ πραγμάτων κατὰ νοῦν διὰ τὸ μὴ βασιλικὴν φανῆναι τὴν ἡγεμονίαν αὐτοῦ ταῖς ἐπιφανεστάταις πόλεσιν, ἀλλὰ δεσποτικήν. εἰσαχθεὶς γὰρ εἰς Συρακούσας ὑπό τε Σωσιστράτου τοῦ κρατοῦντος τῆς πόλεως τότε καὶ Θοίνωνος τοῦ φρουράρχου, παραλαβὼν παρ᾽ ἐκείνων τὰ χρήματα καὶ ναῦς χαλκεμβόλους ὁμοῦ τι διακοσίας καὶ πᾶσαν ὑφ᾽ ἑαυτῷ ποιησάμενος Σικελίαν πλὴν Λιλυβαίου πόλεως, ἣν ἔτι μόνην Καρχηδόνιοι κατεῖχον, εἰς αὐθάδειαν τυραννικὴν ἐτρέπετο. Vales. ετ συιδας ς. ϝ. Πύρρος. [p. 328] τάς τε γὰρ οὐσίας τῶν Ἀγαθοκλέους οἰκείων φίλων ἀφαιρούμενος τοὺς παρ᾽ ἐκείνου λαβόντας τοῖς ἑαυτοῦ φίλοις ἐχαρίσατο καὶ τὰς μεγίστας ἐν ταῖς πόλεσιν ἀρχὰς τοῖς ἰδίοις ὑπασπισταῖς καὶ λοχαγοῖς προσένειμεν, οὐ κατὰ τοὺς ἐπιχωρίους ἑκάστης πόλεως νόμους οὐδ᾽ εἰς τὸν εἰωθότα χρόνον, ἀλλ᾽ ὡς αὐτῷ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: