previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ὄνομα αὐτῇ. ὁμοίως δὲ καὶ τὸ Σαβίνων φρόνημα ἐν ὀλίγῳ πάνυ ἐταπεινώθη χρόνῳ μιᾷ παρατάξει ἐξ ἀμφοτέρων βουληθέντων ἐπικρατεῖν. ἔπειτα τε χώρα προὐνομεύθη, καὶ πολίχναι τινὲς ἑάλωσαν, ἐξ ὧν πολλὰ καὶ σώματα καὶ χρήματα οἱ στρατιῶται ἔλαβον. Αἰκανοὶ δὲ τὰ τῆς ἀσθενείας ἑαυτῶν ὑφορῶντες ἐπεὶ τὰ τῶν συμμάχων τέλος ἔχοντα ἐπύθοντο, χωρίοις τ᾽ ἐχυροῖς ἐπεκάθηντο καὶ εἰς μάχας οὐ προῄεσαν, τάς τ᾽ ἀποχωρήσεις, ὅπῃ ἐδύναντο, δι᾽ ὀρῶν δρυμῶν κρυφαίας [p. 325] ἐποιοῦντο, καὶ διέτριψαν μὲν ἄχρι τινὸς διαφέροντες τὸν πόλεμον: οὐ μέντοιγε διασώσασθαι ἀθῶον τὴν στρατιὰν ἐδυνήθησαν ἐπιθεμένων αὐτοῖς τῶν Ῥωμαίων ἐν χωρίοις κρημνώδεσι τολμηρῶς καὶ λαβόντων τὸ στρατόπεδον κατὰ κράτος. ἔπειτα φυγή τ᾽ αὐτῶν ἐκ τῆς Λατίνων γῆς ἐγένετο καὶ παραδόσεις τῶν πόλεων, ἃς ἔτυχον αὑτῶν τῇ πρώτῃ ἐφόδῳ καταλαβόμενοι, εἰσὶ δ᾽ ὧν καὶ ἐκ φιλονεικίας οὐκ ἐκλιπόντων τὰς ἄκρας ἁλώσεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: