previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] χωρίου βοτρύων. εὑρὼν δὲ μετ᾽ ὀλίγον τὰς ὗς ἐβούλετο [p. 397] μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν. ἀδημονῶν δ᾽ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου δι᾽ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον. ἔπειτ᾽ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δ᾽ ἐξ ἀριστερᾶς, ἔπειθ᾽ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει. φανέντων δ᾽ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό. ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: