previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ἄσμενοί τ᾽ εἰσι δέχεσθαι τὸν πόλεμον. ταῦτα βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ: τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν: καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις: τὴν δ᾽ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν: τοὺς δ᾽ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τ᾽ ἄκρας φρουρεῖν [p. 221] τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας: ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν. ἐγίνετο δὲ ταῦτ᾽ οὐ διὰ μακροῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: