previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8] οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς. ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες ἡμᾶς ἀπιέναι. ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν: οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός: καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφ᾽ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων. Ambr. Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. στεπη. βψζ. ς. ϝ. Ὠκεανός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: