[16] τῶν ἁγνιζομένων. ἕκαστον δ᾽ ὅτι κατὰ νόμους ἐγίνετο τοὺς ἀμφὶ θυσίαν ὑφ᾽ Ἑλλήνων κατασταθέντας, ἐκ τῆς Ὁμήρου ποιήσεως γνῶναι ῥᾴδιον. καὶ γὰρ χερνιπτομένους εἰσάγει τοὺς ἥρωας καὶ οὐλαῖς χρωμένους ἐν οἷς φησι:
τριχοτομοῦντάς τ᾽ ἀπὸ τῆς κεφαλῆς τὰς τρίχας καὶ τιθέντας ἐπὶ τὸ πῦρ ὧδε γράφων:
χερνίψαντο δ᾽ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
σκυτάλαις τε παίοντας τὰ μέτωπα τῶν ἱερείων καὶ τὰ πεσόντα θύοντας, ὡς ἐπὶ τῆς Εὐμαίου ποιεῖ θυσίας:
ἀλλ᾽ ὅ γ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλε.
κόψε δ᾽ ἀπαρχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων.
τὸν δ᾽ ἔλιπε ψυχή: τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν.