previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] τί οὖν ἐποίησε καὶ τούτου τυχών; ἀντὶ τοῦ χάριτας ὑμῖν εἰδέναι καὶ σώζειν τὸν πάτριον κόσμον τῆς πολιτείας, ἀρξάμενος ἀπὸ τούτων τῶν πλεονεξιῶν καὶ ταύταις ταῖς παρανομίαις ἀφορμαῖς τῶν [p. 75] ὕστερον χρησάμενος νόμους τ᾽ ἀπροβουλεύτους εἰσφέρει, καὶ τούτους ἐπιψηφίζει δίχα τῆς ὑμετέρας γνώμης, καὶ οἷς ἂν ὑμεῖς ἐκφέρητε δόγμασιν οὐ προσέχει τὸν νοῦν, καὶ τῶν ὑπάτων ὡς οὐκ ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων κατηγόρει, καὶ τοῖς ἐκβαίνουσι παρὰ τὰς ὑμετέρας συνθήκας: πολλὰ δ᾽ ἐστίν, ὧν οὐ δύναται στοχάσασθαι λογισμὸς ἀνθρώπινος: οὐ τὴν τύχην, ὥσπερ ἐχρῆν, ἀλλὰ τὴν ὑμετέραν ἐπιγράφει διάνοιαν, ἐπιβουλεύεσθαί θ᾽ ὑφ᾽ ὑμῶν σκηπτόμενος καὶ δεδιέναι, μὴ τὴν ἐλευθερίαν ἀφέλησθε τῆς πατρίδος ἐκβάλητε, αὐτὸς ἐφ᾽ ὑμῖν ταῦτα μηχανώμενος διατελεῖ, καὶ τὸ μὴ παθεῖν δεδοικέναι φησίν, οὐκ ἄλλῳ τινὶ φυλαττόμενος δῆλός ἐστιν, τῷ δρᾶσαι φθάσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: