previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταύτην ἀποφηναμένου τὴν γνώμην Λαρκίου καὶ πάντων ἐπαινεσάντων, τότε μὲν αἱ πρεσβεῖαι λαβοῦσαι τὰς εἰρημένας ἀποκρίσεις ἀπηλλάγησαν: τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναγαγόντες τὴν βουλὴν οἱ ὕπατοι περὶ τῆς ἐπανορθώσεως τῶν πολιτικῶν θορύβων προὔθεσαν σκοπεῖν. πρῶτος οὖν ἐρωτηθεὶς γνώμην Πόπλιος Οὐεργίνιος, ἀνὴρ δημοτικός, τὴν διὰ μέσου πορευόμενος [p. 318] ὁδὸν ἔλεξεν: ἐπειδὴ τὸ δημοτικὸν πλῆθος ἐν τῷ παρελθόντι ἐνιαυτῷ προθυμίαν πλείστην εἰς τοὺς ὑπὲρ τῆς πόλεως ἀγῶνας ἐπεδείξατο, Οὐολούσκοις καὶ Ἀρούγκοις πολλῇ στρατιᾷ ἐπιοῦσιν ἀντιταξάμενον μεθ᾽ ἡμῶν, οἴομαι δεῖν τοὺς συναραμένους ἡμῖν τότε καὶ τῶνδε τῶν πολέμων μετασχόντας ἀφεῖσθαι καὶ μηδενὸς αὐτῶν μήτε τὸ σῶμα μήτε τὴν οὐσίαν ὑπὸ τῶν δανειστῶν κρατεῖσθαι: τὸ δ᾽ αὐτὸ δίκαιον εἶναι καὶ γονεῦσι τοῖς τούτων ἄχρι καὶ πάππων, καὶ παισὶν ἕως ἐγγόνων: τοὺς δ᾽ ἄλλους ἀγωγίμους εἶναι τοῖς δεδανεικόσιν, ὡς ἑκάστοις συνέβαλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: