This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τότε δ᾽ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ δι᾽ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δ᾽ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα, [p. 390] λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπ᾽ οἴκου. καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

