previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λωφήσαντος δὲ τοῦ θορύβου καὶ σιωπῆς γενομένης σὺν χρόνῳ διαλεχθέντες τι πρὸς αὑτοὺς οἱ ὕπατοι τέλος ἐξήνεγκαν τῆς ἑαυτῶν γνώμης τοιόνδε: ἡμεῖς, βουλή, μάλιστα μὲν ἠξιοῦμεν ἅπαντας ὑμᾶς ὁμογνωμονεῖν, ἄλλως τε καὶ ταῦτα περὶ κοινῆς σωτηρίας βουλευομένους: εἰ δὲ μή, τοῖς πρεσβυτέροις ὑμῶν εἴκειν τοὺς νεωτέρους καὶ μὴ φιλονεικεῖν ἐνθυμουμένους, ὅτι κἀκείνοις εἰς ταύτην ἐλθοῦσι τὴν ἡλικίαν τῆς ἴσης ὑπάρξει τυγχάνειν τιμῆς παρὰ τῶν ἐγγόνων. ἐπεὶ δ᾽ ὁρῶμεν εἰς ἔριν ὑμᾶς ἐκπεπτωκότας ὀλεθριωτάτην τῶν ἀνθρωπίνων νόσων καὶ πολλὴν τὴν αὐθάδειαν ὁμιλοῦσαν ὑμῶν τοῖς νέοις, νῦν μὲν ἐπεὶ βραχὺ τὸ λειπόμενόν ἐστι τῆς ἡμέρας καὶ οὐκ ἂν δύναιτο τέλος ἐν τούτῳ λαβεῖν τὰ δόξαντα ὑμῖν, ἄπιτ᾽ ἐκ τοῦ συνεδρίου: εἰς δὲ τὸν ἐπιόντα σύλλογον ἥξετε μετριώτεροι γενόμενοι καὶ γνώμας ἔχοντες ἀμείνους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: