previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] ὅσας μὲν οὖν πόλεις κατὰ μίαν καὶ δύο πολεμούσας ὑμῖν ὑπὲρ τῆς ἐλευθερίας, τὰς μὲν ἐκ παρατάξεως χειρωσάμενοι, τὰς δὲ τειχομαχίαις ἑλόντες ὑπηκόους ἐποιήσαμεν, ἐῶ. τί γὰρ δεῖ κατὰ μικρὸν λέγειν τὰς πράξεις τοσαύτην ἔχοντας λόγων ἀφθονίαν; ἀλλὰ Τυρρηνίαν ἅπασαν εἰς δώδεκα νενεμημένην ἡγεμονίας καὶ πολλῇ μὲν τῇ κατὰ γῆν, πολλῇ δὲ τῇ κατὰ θάλατταν δυναστείᾳ περιουσιάζουσαν, [p. 375] τίνες ἦσαν οἱ συγκατακτησάμενοι καὶ ποιήσαντες αὐτὴν ὑμῖν ὑπήκοον; Σαβίνους δὲ τουτουσὶ ἔθνος τηλικοῦτον, οἷς διὰ παντὸς περὶ τῶν πρωτείων πρὸς ὑμᾶς ἦν ἀγών, ποία παρέσχεν ὑμῖν βοήθεια μηκέτι διαμιλλᾶσθαι περὶ τῶν ἴσων; τί δέ; τὰς τῶν Λατίνων τριάκοντα πόλεις, οὐ μόνον δυνάμεως μεγέθει ἐπαιρομένας, ἀλλὰ καὶ ἐπὶ τῷ δικαιότερα ἀξιοῦν μεγάλα φρονούσας, τίνες ἦσαν οἱ καταδουλωσάμενοι καὶ παρασχόντες ὑπὲρ ἀνδραποδισμοῦ καὶ κατασκαφῆς τῶν πόλεων δεομένας καταφυγεῖν ἐφ᾽ ὑμᾶς;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: