previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[2] εἰ δὴ λάβοι τὰ μέρη τοῦ ἀνθρωπείου σώματος ἰδίαν αἴσθησιν καθ᾽ αὑτὰ καὶ φωνήν, ἔπειτα στάσις ἐν αὐτοῖς ἐμπέσοι καθ᾽ ἓν γενομένοις τοῖς ἄλλοις ἅπασι πρὸς τὴν γαστέρα μόνην, καὶ λέγοιεν οἱ μὲν πόδες, ὅτι πᾶν ἐπ᾽ αὐτοῖς ἐπίκειται τὸ σῶμα: αἱ δὲ χεῖρες, ὅτι τὰς τέχνας ἐργάζονται καὶ τἀπιτήδεια ἐκπορίζουσι καὶ μάχονται πολεμίοις καὶ ἄλλα πολλὰ ὠφελήματα παρέχουσιν εἰς τὸ κοινόν: οἱ δὲ ὦμοι, ὅτι τὰ ἄχθη πάντα ἐπ᾽ [p. 391] αὐτοῖς κομίζεται: τὸ δὲ στόμα ὅτι φθέγγεται: δὲ κεφαλή, ὅτι ὁρᾷ καὶ ἀκούει καὶ τὰς ἄλλας αἰσθήσεις περιλαβοῦσα πάσας ἔχει, δι᾽ ὧν σώζεται τὸ πρᾶγμα: εἶτα φαῖεν πρὸς τὴν γαστέρα: σὺ δ᾽, χρηστή, τί τούτων ποιεῖς τίς ἐστιν σὴ χάρις ἡμῖν καὶ ὠφέλεια; ἀλλὰ σύ γε τοσοῦτον ἀπέχεις τοῦ πράττειν καὶ συγκατορθοῦν ἡμῖν τι τῶν κοινῇ χρησίμων, ὥστε καὶ ἀντιπράττεις καὶ ἐνοχλεῖς καί, πρᾶγμα ἀφόρητον, ὑπηρετεῖν ἀναγκάζεις καὶ φέρειν ἁπανταχόθεν εἰς τὴν ἐκπλήρωσιν τῶν σεαυτῆς ἐπιθυμιῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: