previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] μίαν αἰτουμένῳ ταύτην τὴν δωρεὰν καὶ περὶ οὐδενὸς ἔτι ἑτέρου ἐνοχλήσοντι, τὰ δὲ διδάσκων, ὅτι συνταραχθῆναι κίνδυνος ὅλην τὴν πόλιν, ἐὰν ἅπαντας ἐπιχειρῶσι θανάτῳ ζημιοῦν τοὺς δόξαντάς τι συμπράττειν τοῖς φυγάσιν ὑπὲρ τῆς καθόδου: πολλοὺς γὰρ εἶναι καὶ οὐκ ἀσήμων οἰκιῶν ἐνίους. ὡς δ᾽ οὐκ ἔπειθε, τελευτῶν ἠξίου μὴ θάνατον, ἀλλὰ μετρίαν κατ᾽ αὐτῶν ὁρίσαι κόλασιν, ἄτοπον εἶναι λέγων τοὺς μὲν τυράννους φυγαῖς ἐζημιῶσθαι, τοὺς δὲ τῶν τυράννων φίλους θανάτῳ. ἀντιλέγοντος δὲ καὶ πρὸς τὴν ἐπιείκειαν τῆς κολάσεως τοῦ ἀνδρὸς καὶ οὐδ᾽ εἰς ἑτέρους ἀναβαλέσθαι χρόνους τὰς κρίσεις τῶν ἐν ταῖς αἰτίαις βουλομένου: τελευταία γὰρ αὕτη τοῦ συνάρχοντος δέησις ἦν: ἀλλ᾽ αὐθημερὸν ἀποκτενεῖν ἅπαντας ἀπειλοῦντος καὶ διομνυμένου, ἀδημονῶν Κολλατῖνος ἐπὶ τῷ μηδενὸς ὦν ἠξίου τυγχάνειν, Τοιγαροῦν, ἔφησεν, ἐπεὶ σκαιὸς εἶ καὶ πικρὸς ἐγὼ τὰ μειράκια ἀφαιροῦμαι τῆς [p. 152] αὐτῆς ἐξουσίας ἧς σὺ κύριος ὤν. καὶ Βροῦτος ἐκπικρανθείς, οὐκ ἐμοῦ γ᾽, ἔφη, ζῶντος, Κολλατῖνε, τοὺς προδότας τῆς πατρίδος ἰσχύσεις ἐξελέσθαι: ἀλλὰ καὶ σὺ δώσεις δίκας ἃς προσῆκεν οὐκ εἰς μακράν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: