previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[3] τί οὖν ὑμῖν πράττειν παραινῶ καὶ τί προστίθημι τῇ Ἀππίου γνώμῃ, μάθετε, ἀλλὰ μὴ προεξαναστῆτε μηδὲ θορυβήσητε, πρὶν ἅπαντα ἀκούσητε, λέγω. τοῖς αἱρεθησομένοις ἐπὶ τὴν ἐξέτασιν τῆς χώρας καὶ περιορισμὸν εἴτε δέκα ἀνδράσιν εἴθ᾽ ὁσοισδήποτ᾽ ἐπιτρέψατε διαγνῶναι, τίνα τ᾽ αὐτῆς δεῖ καὶ ὁπόσην κοινὴν εἶναι πάντων καὶ κατὰ πενταετίαν μισθουμένην αὔξειν τὰς τοῦ ταμιείου προσόδους: ὁπόσην τ᾽ αὖ καὶ ἥντινα τοῖς δημόταις ἡμῶν διαιρεθῆναι: ἣν δ᾽ ἂν ἐκεῖνοι κληροῦχον ἀποδείξωσι γῆν, ὑμᾶς διαγνόντας εἴθ᾽ ἅπασιν εἴθ᾽ οἷς δὴ οὐκέτ᾽ ἔστι κλῆρος εἴτε τοῖς ἐλάχιστον ἔχουσι τίμημα εἴθ᾽ ὅπως ἂν βούλησθε κατανεῖμαι: τοὺς δ᾽ ὁριστὰς αὐτῆς ἄνδρας καὶ τὸ ὑμέτερον ψήφισμα, περὶ τῆς κληρουχίας ἐξοίσετε, καὶ τἆλλα, ὅσα δεῖ γενέσθαι, ἐπειδὴ βραχὺς λειπόμενός ἐστι τῆς ἀρχῆς τοῖς ὑπάτοις χρόνος, τοὺς εἰσιόντας ὑπάτους, ὡς ἂν αὐτοῖς κράτιστα δοκῇ ἕξειν, ἐπιτελέσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: