previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἂν ταῦτα λέγοντες ἐκγράψωσί με τῆς βουλῆς καὶ μεταγάγωσιν εἰς τὰς τῶν ἀτίμων φυλάς, τί πρὸς αὐτοὺς ἕξω λέγειν δίκαιον ποιεῖν; τίνα τὸν μετὰ ταῦτα βίον ζήσομαι τηλικαύτῃ περιπεσὼν ἀτιμίᾳ [2] καὶ τοὺς ἐξ ἐμαυτοῦ πάντας περιλαβών; σοὶ δὲ αὐτῷ τί χρήσιμος ἔτι φανήσομαι τὸ δύνασθαί τι καὶ τιμᾶσθαι παρὰ τοῖς πολίταις ἀποβαλών, δι᾽ νῦν ἐσπούδακας περὶ ἐμοῦ; λείπεται δὴ τὸν οὐδεμίαν ἔτι χώραν ἐν τῇ πατρίδι κατέχειν δυνάμενον ἀπιέναι πανοικεσίᾳ, τὰς ἀσχήμονας αὑτοῦ καταγνόντα φυγάς. [3] ἔπειτα ποῦ τὸν λοιπὸν ἔσομαι χρόνον; τίς ὑποδέξεταί με τόπος ἀπαρρησίαστον γενόμενον ὥσπερ εἰκός; σὴ βασιλεία, νὴ Δία, καὶ παρέξεις μοι σὺ τὴν τυραννικὴν ἅπασαν εὐδαιμονίαν; καὶ τί μοι τηλικοῦτο δώσεις ἀγαθόν, ὅσον ἀφελεῖ τὸ πάντων τιμιώτατον κτημάτων ἀφελόμενος, τὴν ἐλευθερίαν; [4] πῶς δ᾽ ἂν ὑπομεῖναι δυναίμην ἐγὼ τοῦ βίου μεταβολὴν ὀψὲ δουλεύειν διδασκόμενος; ὅπου γὰρ οἱ γεννηθέντες ἐν βασιλείαις καὶ τυραννίσιν, ὅταν εὐγενῶς ἔχωσι, τῆς ἐλευθερίας γλίχονται καὶ πάνθ᾽ ἡγοῦνται τἀγαθὰ ταύτης ἐλάττω, που οἱ ἐν ἐλευθέρᾳ καὶ ἑτέρων ἄρχειν μαθούσῃ πόλει βιώσαντες πρᾴως οἴσουσι τὴν ἐκ τῶν κρειττόνων ἐπὶ τὰ χείρω μεταβολήν, ἐξ ἐλευθέρων [p. 311] ὑπομείναντες δοῦλοι γενέσθαι, ἵνα λαμπρὰς παρατιθῶνται καθ᾽ ἡμέραν τραπέζας καὶ πολλοὺς θεράποντας περιάγωνται καὶ γυναικῶν καὶ παίδων εὐπρεπῶν ἀφειδεῖς ἀπολαύσεις λαμβάνωσιν, ὥσπερ ἐν τούτοις τῆς ἀνθρωπίνης εὐδαιμονίας κειμένης, ἀλλ᾽ οὐκ ἐν ἀρετῇ; [5] αὐτῶν δὲ τούτων, ἵνα συγχωρήσῃ τις αὐτὰ πολλῆς εἶναι σπουδῆς ἄξια, τίς γένοιτ᾽ ἂν ἱλαρὰ χρῆσις οὐκ ἔχουσα τὸ βέβαιον; ἐφ᾽ ὑμῖν γάρ ἐστι τοῖς παρέχουσι τὰς ἡδονὰς ταύτας, ὅταν αὐτοὶ θέλητε, πάλιν αὐτὰς ἀφαιρεῖσθαι. ἐῶ γὰρ λέγειν τοὺς φθόνους, τὰς διαβολάς, τὸ μηδένα χρόνον ἄνευ κινδύνου καὶ φόβου ζῆν, τἆλλα πολλά, ὅσα φέρει χαλεπὰ καὶ οὐκ ἄξια γενναίου φρονήματος παρὰ τοῖς βασιλεῦσι βίος. [6] μὴ τοσαύτη μανία κατάσχοι Φαβρίκιον, ὥστε τὴν περιβόητον καταλιπόντα Ῥώμην τὸν ἐν Ἠπείρῳ προελέσθαι βίον, καὶ ἐξὸν ἡγεμόνος ἡγεῖσθαι πόλεως ὑφ᾽ ἑνὸς ἀνδρὸς ἄρχεσθαι μηθὲν ἴσον τοῖς ἄλλοις φρονοῦντος καὶ τὰ πρὸς ἡδονὴν ἀκούειν παρὰ πάντων ἐθισθέντος. [7] ἀλλάξαι μέν γε τὸ φρόνημα καὶ ταπεινὸν ἐμαυτὸν ποιῆσαι βουλόμενος, ἵνα μηδὲν ὑποπτεύῃς ἐξ ἐμοῦ κακόν, οὐκ ἂν δυναίμην: διαμένων δὲ τοιοῦτος, οἷον φύσις καὶ τὰ ἔθη πεποίηκέ με, βαρὺς φανήσομαί σοι καὶ περισπᾶν δόξω τὴν ἡγεμονίαν εἰς ἐμαυτόν. τὸ δ᾽ ὅλον ἔχω σοι παραινεῖν, μὴ ὅτι Φαβρίκιον, ἀλλὰ μηδ᾽ ἄλλον μηδένα δέχεσθαι τῇ βασιλείᾳ μήτε κρείττονα [p. 312] μήτε ἴσον σεαυτῷ, μηδὲ ὅλως ἄνδρα ἐν ἐλευθέροις ἤθεσι τραφέντα καὶ φρόνημα μεῖζον κατ᾽ ἰδιώτην ἔχοντα. [8] οὔτε γὰρ ἀσφαλὴς βασιλεῖ σύνοικος ἀνὴρ μεγαλόφρων οὔτε ἡδύς. ἀλλὰ περὶ μὲν τῶν ἰδίων συμφερόντων, σοι πρακτέον ἐστίν, αὐτὸς διαγνώσῃ, περὶ δὲ τῶν αἰχμαλώτων ἐπιεικές τι βουλευσάμενος ἄφες ἡμᾶς ἀπιέναι. ὡς δὲ ἐπαύσατο λέγων, ἀγασθεὶς αὐτοῦ τὴν εὐγένειαν τῆς ψυχῆς βασιλεὺς τῆς δεξιᾶς λαμβάνεται καί φησιν: οὐκέτι θαυμάζειν ἐπέρχεταί μοι, διὰ τί περιβόητος πόλις ὑμῶν ἐστι καὶ τοσοῦτον ἡγεμονίας περιβέβληται μέγεθος, τοιούτων ἀνδρῶν οὖσα τροφός: καὶ μάλιστα μὲν οὖν ἐβουλόμην ἂν ἐξ ἀρχῆς μηδεμίαν συμβῆναί μοι πρὸς ὑμᾶς διαφοράν, ἐπεὶ δὲ συνέβη, καὶ θεῶν τις ἐβούλετο πειραθέντας ἡμᾶς τῆς ἀλλήλων δυνάμεως καὶ ἀρετῆς τότε συναγαγεῖν, ἕτοιμός εἰμι διαλύεσθαι, καὶ ἵνα πρῶτος ἄρξω τῶν φιλανθρώπων, ἐφ᾽ παρακαλεῖτέ με, χαρίζομαι τῇ πόλει τοὺς αἰχμαλώτους ἅπαντας ἄνευ λύτρων. Ambr. Λιβύην χειρωσάμενος μέχρι καὶ τῶν προσωκεανίων ἐθνῶν. στεπη. βψζ. ς. ϝ. Ὠκεανός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: