previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταύτην ἀποδειξαμένου τὴν γνώμην Ἰουνίου Βρούτου πάντες ἐπῄνεσαν καὶ αὐτίκα περὶ τῶν παραληψομένων τὰς ἡγεμονίας ἀνδρῶν βουλευόμενοι μεσοβασιλέα μὲν ἔκριναν ἀποδειχθῆναι Σπόριον Λουκρήτιον τὸν πατέρα τῆς διαχρησαμένης ἑαυτήν: ὑπ᾽ ἐκείνου δὲ τοὺς ἕξοντας τὴν τῶν βασιλέων ἐξουσίαν ὀνομασθῆναι Λεύκιον Ἰούνιον Βροῦτον καὶ Λεύκιον Ταρκύνιον Κολλατῖνον. [2] τοὺς δ᾽ ἄρχοντας τούτους ἔταξαν καλεῖσθαι κατὰ τὴν ἑαυτῶν διάλεκτον κωνσούλας: τοῦτο μεθερμηνευόμενον εἰς τὴν Ἑλλάδα γλῶτταν τοὔνομα συμβούλους προβούλους δύναται δηλοῦν, κωνσίλια γὰρ οἱ Ῥωμαῖοι τὰς συμβουλὰς καλοῦσιν: ὕπατοι δ᾽ ὑφ᾽ Ἑλλήνων ἀνὰ χρόνον ὠνομάσθησαν ἐπὶ τοῦ μεγέθους τῆς ἐξουσίας, ὅτι πάντων τ᾽ ἄρχουσι καὶ τὴν ἀνωτάτω χώραν ἔχουσι. τὸ γὰρ ὑπερέχον καὶ [3] ἄκρον ὕπατον ἐκάλουν οἱ παλαιοί. ταῦτα βουλευσάμενοί τε καὶ καταστησάμενοι καὶ τοὺς θεοὺς εὐχαῖς [p. 124] λιτανεύσαντες συλλαβέσθαι σφίσιν ὁσίων καὶ δικαίων ἔργων ἐφιεμένοις ἐξῄεσαν εἰς τὴν ἀγοράν. ἠκολούθουν δ᾽ αὐτοῖς οἱ θεράποντες ἐπὶ κλίνης μέλασιν ἀμφίοις ἐστρωμένης κομίζοντες ἀθεράπευτόν τε καὶ πεφυρμένην αἵματι τὴν νεκράν: ἣν πρὸ τοῦ βουλευτηρίου τεθῆναι κελεύσαντες ὑψηλὴν καὶ περιφανῆ συνεκάλουν τὸν δῆμον εἰς ἐκκλησίαν. [4] ὄχλου δὲ συναχθέντος οὐ μόνον τοῦ κατ᾽ ἀγορὰν τότ᾽ ὄντος, ἀλλὰ καὶ τοῦ κατὰ τὴν πόλιν ὅλην: διεξῄεσαν γὰρ οἱ κήρυκες διὰ τῶν στενωπῶν τὸν δῆμον εἰς τὴν ἀγορὰν καλοῦντες: ἀναβὰς Βροῦτος, ἔνθα τοῖς συνάγουσι τὰς ἐκκλησίας δημηγορεῖν ἔθος ἦν, καὶ τοὺς πατρικίους παραστησάμενος ἔλεξε τοιάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: