previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἴη δ᾽ ἂν ἁρμόττον ἱστορίας σχήματι καὶ ἐπανορθώσεως ἕνεκα τῶν οἰομένων μήτ᾽ ἐπὶ ταῖς τιμαῖς ταῖς παρ᾽ ἀνθρώπων χαίρειν τοὺς θεοὺς μήτ᾽ ἐπὶ ταῖς ἀνοσίοις καὶ ἀδίκοις πράξεσιν ἀγανακτεῖν, τὸ δηλῶσαι τὴν γενομένην ἐπιφάνειαν τῆς θεοῦ κατ᾽ ἐκεῖνον τὸν χρόνον οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς, ὡς αἱ τῶν ἱεροφαντῶν περιέχουσι γραφαί, ἵνα τοῖς μὲν εὐλαβεστέροις περὶ τὸ συνέχειν, ἃς παρὰ τῶν προγόνων δόξας ὑπὲρ τοῦ δαιμονίου παρέλαβον, ἀμεταμέλητος τοιαύτη προαίρεσις καὶ βεβαία διαμένῃ, τοῖς δ᾽ ὑπερορῶσι τῶν πατρίων ἐθισμῶν καὶ μηθενὸς ποιοῦσι τὸ δαιμόνιον τῶν ἀνθρωπίνων λογισμῶν κύριον μάλιστα μὲν ἀναθέσθαι ταύτην τὴν δόξαν, εἰ δ᾽ ἀνιάτως ἔχουσιν ἔτι μᾶλλον αὐτοῖς ἀπεχθάνεσθαι καὶ κακοδαιμονεστέροις εἶναι. [2] ἱστορεῖται τοίνυν, ὅτι τῆς βουλῆς ψηφισαμένης ἐκ τοῦ δημοσίου πάσας ἐπιχορηγηθῆναι τὰς εἰς τὸν νεών τε καὶ τὸ ξόανον δαπάνας, ἕτερον δ᾽ ἄγαλμα κατασκευασαμένων τῶν γυναικῶν ἀφ᾽ ὧν αὐταὶ συνήνεγκαν [p. 210] χρημάτων, ἀνατεθέντων τ᾽ αὐτῶν ἀμφοτέρων ἅμα ἐν τῇ πρώτῃ τῆς ἀνιερώσεως ἡμέρᾳ, θάτερον τῶν ἀφιδρυμάτων, κατεσκευάσανθ᾽ αἱ γυναῖκες, ἐφθέγξατο πολλῶν παρουσῶν γλώττῃ Λατίνῃ φωνὴν εὐσύνετόν τε καὶ γεγωνόν: ἧς ἐστι φωνῆς ἐξερμηνευόμενος νοῦς εἰς τὴν Ἑλλάδα διάλεκτον τοιόσδε: ὁσίῳ [3] πόλεως νόμῳ γυναῖκες γαμεταὶ δεδώκατέ με. οἷα δὲ φιλεῖ γίνεσθαι περὶ τὰς παραδόξους φωνάς τε καὶ ὄψεις, πολλὴ ταῖς παρούσαις ἐνέπιπτεν ἀπιστία, μή ποτ᾽ οὐ τὸ ξόανον εἴη τὸ φθεγξάμενον, ἀνθρωπίνη δέ τις φωνή: μάλιστα δ᾽ ὅσαι πρὸς ἄλλῳ τινὶ τὸν νοῦν ἔχουσαι τηνικαῦτα ἔτυχον, οὐκ ἰδοῦσαι τὸ φθεγγόμενον, τι ποτ᾽ ἦν, ταύτην εἶχον τὴν πρὸς τὰς ἰδούσας ἀπιστίαν. ἔπειτ᾽ αὖθις πληθύοντος τοῦ νεὼ καὶ σιωπῆς πλείστης κατὰ δαίμονα γενομένης ἐν μείζονι φωνῇ ταὐτὸ ξόανον ἐφθέγξατο τὴν αὐτὴν λέξιν, ὥστε μηδὲν ἔτι εἶναι τὸ ἀμφίλογον. μὲν οὖν βουλὴ ὡς. [4] ταῦτ᾽ ἔμαθεν ἐψηφίσατο θυσίας ἄλλας καὶ σεβασμούς, οὓς ἂν οἱ τῶν ἱερῶν ἐξηγηταὶ παραδῶσι καθ᾽ ἕκαστον ἔτος ἐπιτελεῖν. αἱ δὲ γυναῖκες ἐν ἔθει κατεστήσαντο τῇ τῆς ἱερείας χρησάμεναι γνώμῃ, τῷ ξοάνῳ τούτῳ μήτε στεφάνους ἐπιτιθέναι μήτε χεῖρας προσφέρειν γυναῖκας, ὅσαι δευτέρων ἐπειράθησαν γάμων, τὴν δὲ τιμὴν καὶ θεραπείαν αὐτοῦ πᾶσαν ἀποδεδόσθαι ταῖς νεογάμοις. ἀλλὰ περὶ μὲν τούτων οὔτε παρελθεῖν τὴν ἐπιχώριον ἱστορίαν καλῶς εἶχεν, οὔτε πλείονα περὶ αὐτῆς [p. 211] ποιεῖσθαι λόγον. ἐπάνειμι δ᾽, ὅθεν εἰς τοῦτον ἐξέβην τὸν λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: