previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

46.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἐπαμείνονος Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Παπίριον καὶ Αὖλον Κορνήλιον Μακερῖνον. ἐπὶ δὲ τούτων ἐν μὲν ταῖς Ἀθήναις Περικλῆς στρατηγὸς ἐτελεύτησεν, ἀνὴρ γένει καὶ πλούτῳ, πρὸς δὲ τούτοις δεινότητι λόγου καὶ στρατηγίᾳ πολὺ προέχων τῶν πολιτῶν. [2] δὲ δῆμος φιλοτιμούμενος κατὰ κράτος ἑλεῖν τὴν Ποτίδαιαν, ἐξαπέστειλεν Ἅγνωνα στρατηγὸν ἔχοντα τὴν δύναμιν ἣν πρότερον εἶχε Περικλῆς. οὗτος δὲ μετὰ παντὸς τοῦ στόλου καταπλεύσας εἰς τὴν Ποτίδαιαν παρεσκευάσατο τὰ πρὸς τὴν πολιορκίαν: μηχανάς τε γὰρ παντοδαπὰς παρεσκεύασε πολιορκητικὰς καὶ ὅπλων καὶ βελῶν πλῆθος, ἔτι δὲ σίτου δαψίλειαν ἱκανὴν πάσῃ τῇ δυνάμει. προσβολὰς δὲ ποιούμενος συνεχεῖς καθ᾽ ἑκάστην ἡμέραν διέτριβε πολὺν χρόνον, οὐ δυνάμενος ἑλεῖν τὴν πόλιν. [3] οἱ μὲν γὰρ πολιορκούμενοι διὰ τὸν ἐκ τῆς ἁλώσεως φόβον ἐρρωμένως ἠμύνοντο καὶ ταῖς ὑπεροχαῖς τῶν τειχῶν πεποιθότες ἐπλεονέκτουν τοὺς ἐκ τοῦ λιμένος: δὲ νόσος τοὺς πολιορκοῦντας συνέχουσα πολλοὺς ἀνῄρει, καὶ τὸ στρατόπεδον ἀθυμία κατεῖχεν. [4] δ᾽ Ἅγνων εἰδὼς τοὺς Ἀθηναίους δεδαπανηκότας εἰς τὴν πολιορκίαν πλείω τῶν χιλίων ταλάντων καὶ χαλεπῶς διακειμένους πρὸς τοὺς Ποτιδαιάτας διὰ τὸ πρώτους ἀποστῆναι πρὸς τοὺς Λακεδαιμονίους, ἐφοβεῖτο λῦσαι τὴν πολιορκίαν: διόπερ ἠναγκάζετο διακαρτερεῖν καὶ τοὺς στρατιώτας ἀναγκάζειν παρὰ δύναμιν βίαν προσάγειν τῇ πόλει. [5] ἐπεὶ δὲ τῶν πολιτῶν πολλοὶ διεφθείροντο κατὰ τὰς προσβολὰς καὶ κατὰ τὴν ἐκ τοῦ λοιμοῦ νόσον, ἀπολιπὼν μέρος τῆς δυνάμεως ἐπὶ τῆς πολιορκίας ἀπέπλευσεν εἰς τὰς Ἀθήνας, ἀποβεβληκὼς τῶν στρατιωτῶν πλείους τῶν χιλίων. [6] ἀπελθόντων δὲ τούτων οἱ Ποτιδαιᾶται, τοῦ τε σίτου παντελῶς ἐκλιπόντος καὶ τῶν κατὰ τὴν πόλιν ἀθυμούντων, ἐπεκηρυκεύσαντο πρὸς τοὺς πολιορκοῦντας περὶ διαλύσεως. ἀσμένως δὲ κἀκείνων προσδεξαμένων διαλύσεις ἐποιήσαντο τοιαύτας, ἀπελθεῖν ἐκ τῆς πόλεως ἅπαντας τοὺς Ποτιδαιάτας, ἄλλο μὲν μηθὲν λαβόντας, ἔχοντας δὲ τοὺς μὲν ἄνδρας ἱμάτιον ἕν, τὰς δὲ γυναῖκας δύο. [7] γενομένων δὲ τούτων τῶν σπονδῶν οἱ μὲν Ποτιδαιᾶται πάντες μετὰ γυναικῶν καὶ τέκνων ἐξέλιπον τὴν πατρίδα κατὰ τὰς συνθήκας, καὶ παρελθόντες εἰς τοὺς ἐπὶ Θρᾴκης Χαλκιδεῖς παρ᾽ αὐτοῖς κατῴκησαν: οἱ δ᾽ Ἀθηναῖοι τῶν πολιτῶν εἰς χιλίους οἰκήτορας ἐξέπεμψαν εἰς τὴν Ποτίδαιαν, καὶ τήν τε πόλιν καὶ τὴν χώραν κατεκληρούχησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: