previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

64.

Ἀρταξέρξης δ᾽ τῶν Περσῶν βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη τετταράκοντα, τὴν δ᾽ ἀρχὴν διαδεξάμενος Ξέρξης ἐβασίλευσεν ἐνιαυτόν. κατὰ δὲ τὴν Ἰταλίαν Αἴκλων ἀποστάντων ἀπὸ Ῥωμαίων κατὰ τὸν πόλεμον αὐτοκράτορα μὲν Αὖλον Ποστούμιον, ἵππαρχον δὲ Λεύκιον Ἰούλιον ἐποίησαν. [2] οὗτοι δὲ μετὰ πολλῆς δυνάμεως ἀξιολόγου στρατεύσαντες εἰς τὴν τῶν ἀφεστηκότων χώραν τὸ μὲν πρῶτον τὰς κτήσεις ἐπόρθησαν, μετὰ δὲ ταῦτα Αἴκλων ἀντιταχθέντων ἐγένετο μάχη, καθ᾽ ἣν ἐνίκησαν οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν τῶν πολεμίων ἀνεῖλον, οὐκ ὀλίγους δ᾽ ἐζώγρησαν, λαφύρων δὲ πολλῶν ἐκυρίευσαν. [3] μετὰ δὲ τὴν μάχην οἱ μὲν ἀφεστηκότες διὰ τὴν ἧτταν καταπεπληγμένοι τοῖς Ῥωμαίοις ὑπετάγησαν, δὲ Ποστούμιος δόξας καλῶς διῳκηκέναι τὰ κατὰ τὸν πόλεμον, κατήγαγε τὸν εἰωθότα θρίαμβον. ἴδιον δέ τι καὶ παντελῶς ἄπιστόν φασι πρᾶξαι τὸν Ποστούμιον: κατὰ γὰρ τὴν μάχην τὸν υἱὸν αὐτοῦ διὰ τὴν προθυμίαν προεκπηδῆσαι τῆς ὑπὸ τοῦ πατρὸς δεδομένης τάξεως: τὸν δὲ πατέρα τηροῦντα τὸ πάτριον ἔθος τὸν υἱὸν ὡς λελοιπότα τὴν τάξιν ἀποκτεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: