previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

69.

ἅμα δὲ τούτοις πραττομένοις περὶ τὸ Δήλιον ἐγένετο παράταξις κατὰ τὴν Βοιωτίαν Ἀθηναίων πρὸς Βοιωτοὺς διὰ τοιαύτας τινὰς αἰτίας. τῶν Βοιωτῶν τινες δυσαρεστούμενοι τῇ τότε πολιτείᾳ καὶ σπεύδοντες δημοκρατίας ἐν ταῖς πόλεσι καταστῆσαι, διελέχθησαν περὶ τῆς ἰδίας προαιρέσεως τοῖς Ἀθηναίων στρατηγοῖς Ἱπποκράτει καὶ Δημοσθένει, καὶ κατεπηγγέλλοντο παραδώσειν τὰς ἐν τῇ Βοιωτίᾳ πόλεις. [2] ἀσμένως δὲ τῶν Ἀθηναίων προσδεξαμένων, περί τε τῶν κατὰ τὴν ἐπίθεσιν διοικήσεων διελομένων τῶν στρατηγῶν τὴν δύναμιν, Δημοσθένης μὲν τὸ πλεῖστον τοῦ στρατεύματος ἀναλαβὼν ἐνέβαλεν εἰς τὴν Βοιωτίαν, καὶ καταλαβὼν τοὺς Βοιωτοὺς προνενοημένους τὴν προδοσίαν, ἄπρακτος ἀπῆλθεν, Ἱπποκράτης δὲ πανδημεὶ τοὺς Ἀθηναίους ἀγαγὼν ἐπὶ τὸ Δήλιον κατελάβετο τὸ χωρίον, καὶ φθάσας τὴν ἔφοδον τῶν Βοιωτῶν ἐτείχισε τὸ Δήλιον. τοῦτο δὲ τὸ χωρίον κεῖται μὲν πλησίον τῆς Ὠρωπίας καὶ τῶν ὅρων τῆς Βοιωτίας, [3] Παγώνδας δ᾽ τῶν Βοιωτῶν ἔχων τὴν στρατηγίαν ἐξ ἁπασῶν τῶν κατὰ τὴν Βοιωτίαν πόλεων μεταπεμψάμενος στρατιώτας ἧκε πρὸς τὸ Δήλιον μετὰ πολλῆς δυνάμεως: εἶχε γὰρ στρατιώτας πεζοὺς μὲν οὐ πολὺ λείποντας τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ χιλίους. [4] οἱ δ᾽ Ἀθηναῖοι τῷ πλήθει μὲν ὑπερεῖχον τῶν Βοιωτῶν, ὡπλισμένοι δὲ οὐχ ὁμοίως τοῖς πολεμίοις: ἄφνω γὰρ καὶ συντόμως ἐξεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ διὰ τὴν σπουδὴν ὑπῆρχον ἀπαράσκευοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: